Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Αὕτη καὶ ἡ τοῦ Κολορβάσου μάταιος τῷ βίῳ καὶ φαντασιώδης διὰ ψοφημάτων κενοφωνία· ἣν ἐὰν καταμάθοι τις, εἴσεται ἐκ τῶν πρὸ αὐτοῦ ὡς φιλοτιμία ἐστὶ τῆς ἑκάστου τούτων ὑπονοίας <αἰτία>.

κενοδοξῶν γὰρ ἕκαστος καὶ βουλόμενος ἑαυτῷ συνάγειν ἄθροισμα ὥστε αὐτῷ ἕπεσθαι, ἃ ὑπεισῆλθεν τὴν αὐτοῦ ἔννοιαν ἐψευδολόγησεν, οὔτε κατὰ προφητείαν φθεγγόμενος οὐ γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτοῖς) οὔτε ἀπὸ τῆς τῶν προφητῶν καὶ εὐαγγελίων ἀληθείας κἂν μίαν πρόφασιν ἐσχηκώς.

ἀνατροπὴ δὲ τούτων πάντων τῆς ψευδωνύμου γνώσεως ὁ αὐτὸς τῆς ἀληθείας κατὰ τῶν πρώτων ῥηθεὶς λόγος. τῆς γὰρ Οὐαλεντίνου σχολῆς καὶ τῶν πρὸ αὐτοῦ οὑτοι πάντες ὑπάρχοντες καὶ τὸν νοῦν ἐκείνου ἄλλως ἄλλος ἐξηγησάμενοι, τὴν ἴσην αὐτοῖς ὀφλήσουσιν αἰσχύνην.

μεγάλην γὰρ ἡμῖν ἀπάτην κενοφωνίας καὶ οὑτος ὁ Κολόρβασος ἡκεν φέρων. ἐπέθετο γὰρ ἡμῖν ποιητευσάμενος τῷ ἀκαταλήπτῳ καὶ ἀοράτῳ καὶ ἁγίῳ θεῷ τῷ πατρὶ τῶν ὅλων ὄνομα Ἄνθρωπος, ἵνα συζεύξῃ τῇ ἑαυτοῦ πλάνῃ τὸν τοῦ σωτῆρος λόγον φάσκοντος ἑαυτὸν υἱὸν Ἀνθρώπου καὶ μεταγάγῃ τὴν διάνοιαν τῶν αὐτῷ χρησαμένων ἀπὸ τῆς ἀληθινῆς καὶ ἐναργεστάτης τοῦ Χριστοῦ περὶ αὑτοῦ ὁμολογίας εἰς ἀμηχανίαν καὶ εἰς κενοφωνίαν † τοῦ ζητεῖν, ὑπολαμβάνοντας ἐν τοῖς ἐπουρα- [*](V M lat. Tert. (bis Z. 7)) [*](1 αὐτὸν2 + dleunt lat. 2 πατρὸς + sui lat. 2f ὡς εἰπεῖν — ῥαψῳδοί < lat. 3 vor τὸν Προπάτορα + ipsum lat. 8 βίῳ + <ἀναυεῖσα> 9 καινοφωνία M 10 τῶν πρὸ αὐτοῦ] zum Sinn vgl. Z. 17 11 <αἰἔννοιαν> * | συνάγειν, ν oben angeflickt Vcorr 12 τῆ . . . ἐννοία aus τὴν ἔννοιαν Vcorr τῆ . . ἐννοία Μ 13 φθεγγόμενος] καὶ προφητεύσας getilgt u. ür φθεγγόμενος an den Rand geschrieben Vcorr 14 f lies εὐαγγελιστῶν?* 18 ἐκείνου Pet.] ἐκεῖνον V ἐκεῖ Μ 19 ὀφλήσουσιν auf Rasur Vcorr 20f ἐπέθετο*] ἐξέθετο, ξ auf Rasur Vcorr ἐξέθετο M; doch vgl. I 235, 9 u. a. St. 21 ἀκαταλήμπτω, μ getilgt Vcorr 22 συ///ζεύξῃ, ν ausradiert V corr 24 χρησαμένων ist nicht in πειθομένων zu ändern, vgl. S. 50, 18 25 ἐναργεστάτης, α auf Rasur Vcorr 26f † τοῦ ζητεῖν ὑπολαμβάνοντας . . . . εἰναι ὃ μὴ ἔστι] auf Rasur u. hinter ἐστι noch τῆς μὴ οὔσης getilgt Vcorr; lies etwa τῶν ζητήσεων περὶ ὀγδοάδος ὡς ὑπαρχούσης ἐν τοῖς ἐπουρανίοις τῆς μὴ οὔσης*)

42
νίοις εἶναι ὃ μὴ ἔστι.

δῶμεν γὰρ αὐτὸν διὰ τὸ τὸν ἄνω που αὐτοῦ πατέρα Ἄνθρωπον καλεῖσθαι υἱὸν Ἀνθρώπου ἑαυτὸν ὀνομάζειν καὶ οὐκ ἀπὸ τῆς σαρκὸς ἡς ἔλαβεν ἀπὸ παρθενικῆς μήτρας τουτέστιν ἀπὸ Μαρίας τῆς ἁγίας γεννηθεὶς διὰ πνεύματος ἁγίου) κατὰ τὸν τοῦ ἐλεεινοῦ Κολορβάσου τούτου λόγον, —

τί ἂν εἴποι περὶ οὗ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν, ὡς τοῖς Ἰουδαίοις ἔλεγεν νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου«·

καὶ οὐκέτι ἐνταῦθα εἶπεν, τοῦ ἀνθρώπου πατρός μου, ἀλλὰ περὶ μὲν πατρὸς ὁμολογῶν θεὸν τὸν τῶν ὅλων ἐσήμανεν, περὶ δὲ ἑαυτοῦ, ὅτι ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, ἄνθρωπον ἑαυτὸν ἔφασκεν·

ὡς καὶ οἱ ἀπόστολοί φασιν, ἴνα ἡ ἀλήθεια πανταχόθεν συσταθῇ καὶ γνωσθῇ πόθεν ἐστὶν τὰ τῷ κυρίῳ ὀνόματα συναφθέντα »Ἰησοῦν ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς σημείοις καὶ τέρασι« καὶ τὰ ἑξῆς.

τί τοίνυν πρὸς ταῦτα φαίης ἄν, ὦ πάντων ἀνθρώπων ἐλεεινότατε, ἐπειδὴ ἄνωθεν ἥκεις φέρων ἡμῖν καινὰς ὀνομασίας καὶ σεμνύνῃ ἐφ᾿ οἷς τὸ τοῦ ἀνθρώπου ὄνομα αὐτῷ τῷ πάντων δεσπότῃ καὶ πατρὶ τῶν ὅλων προσάψαι ἐτόλμησας, ὡς ἐκ τούτου καλεῖσθαι τὸν κύριον υἱὸν Ἀνθρώπου διὰ τὸ τὸν πατέρα Ἄνθρωπον καλεῖσθαι.

εὑρὲ ἡμῖν καί τινα ἄλλην προσηγορίαν τῷ πατρὶ ἁρμόζουσαν 〈κατὰ〉 τό »ἄνδρα ἀποδεδειγμένον«· ἀλλ’ οὐκ ἂν εὕροις ποτέ. εἰ γὰρ καὶ ἀνὴρ ἄνθρωπός ἐστι καὶ πρὸς ἀντιδιαστολὴν τῆς γυναικὸς τὸν ἄνθρωπον ἄνδρα καλοῦμεν, ὅμως οὐκ ἂν καὶ ἐν τούτω μηχανήσασθαί τι δυνηθείης.

ἄνευ γὰρ σχημάτων καὶ μελῶν κρυφίων τε καὶ ὁρατῶν ἀνὴρ οὐ δυνήσεται καλεῖσθαι. λέγομεν γὰρ καὶ τὴν γυναῖκα ἄνθρωπον, ἀλλ’ οὐκ ἀνδρα. διὸ καὶ ὁ ἄνθρωπος λέγομεν καὶ ἡ ἄνθρωπος.

διαιροῦντες δὲ τὸ γένος ἰδιαζόντως τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄρρενα ἄνδρα. αὕτη γὰρ διάκρισίς ἐστι τοῦ γένους ἄρρενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνή, διαιρουμένης τῆς τῶν γενῶν σχέσεως. ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται.