Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἔνιοι δ᾿ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὸ τὸ αὐτὸ μετ’ ἐπιρρήσεών <τινων> αἷς προειρήκαμεν ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελουμένων, καὶ τοῦτ᾿ εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ.

ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι φάσκουσι μὴ δεῖν τὸ τῆς ἀρρήτου καὶ ἀοράτου δυνάμεως μυστήριον δι᾿ ὁρατῶν καὶ φθρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι᾿ αἰσθητῶν καὶ σωματικῶν.

εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀρρήτου Μεγέθους· ὑπ᾿ ἀγνοίας γὰρ Ὑστερήματος καὶ πάθους γεγονότων διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν, ὥστ᾿ εἲναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου.

καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν φθαρτὸν γὰρ τὸ σῶμα) μήτε ψυχικήν, ἐπὶ καὶ ἡ ψυχὴ ἐξ Ὑστερήματός > καὶ ἔστι τοῦ πνεύματος ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν.

λυτροῦσθαι γὰρ διὰ γνώσεως τὸ ἔσω ἄνθρωπον τὸν πνευματικὸν καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶι ὅλωι ἐπιγνώσει. καὶ ταύτην εἲναι λύτρωσιν ἀληθῆ.

ΕΩΣ ΩΔΕ ΤΑ ΑΠΟ ΕΙΠΗΝΑΙΟΥ.