Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δεῖ ἡμᾶς εἰς τὸ ἕν καταστῆναι. λάμβανε πρῶτον ἀπ᾿ ἐμοῦ καὶ δι᾿ ἐμοῦ τὴν Χάριν. εὐτρέπισον σεαυτὴν ὡς νύμφη ἐκδεχομένη τὸν νυμφίον ἑαυτῆς, ἵνα ἔσῃ ὅ ἐγὼ καὶ ἐγὼ ὃ σύ. καθίδρυσον ἐν τῷ ωυμφῶνί σου τὸ σπέρμα τοῦ φωτός. λάβε παρ᾿ ἐμοῦ τὸν νυμφίον καὶ χώρησον αὐτὸν καὶ χωρήθητι ἐν αὐτῷ. ἱδού, ἡ Χάρις κατῆλθεν ἐπὶ σέ· ἄνοιξον τὸ στόμα σου καὶ προφήτευσον«.

τῆς δὲ γυναικὸς ἀποκρινομένης »οὐ προεφήτευσα πώποτε καὶ οὐκ οἶδα προφητεύειν«, ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευτέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης φησὶν αὐτῇ »ἄνοιξον τὸ στόμα σου <καὶ> λάλησον ὅ τι δήποτε καὶ προφητεύσεις«.

ἡ δὲ χαυνωθεῖσα καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ τῆς προσδοκίας τοῦ μέλλειν αὐτὴς προφητεύειν, τῆς καρδίας πλέον τοῦ δέοντος παλλούσης, ἀποτολμᾷ λαλεῖν ληρώδη καὶ τὰ τυχόντα,

πάντα κενῶς καὶ τολμηρῶς, ἅτε ὑπὸ κενοῦ τεθερμαμμένη πνεύματος (καθὼς ὁ κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων <προφητῶν>, ὄτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη)

καὶ ἀπὸ τούτου λοιπὸν προφήτιδα ἐαυτὴν ὑπολαμβάνει καὶ εὐχαριστεῖ Μάρκῳ τῷ ἐπιδιδόντι τῆς ἰδίας χάριτος αὐτῇ καὶ ἀμείβεσθαι αὐτὸν πειρᾶται, οὐ μόνον κατὰ τὴν τῶν ὑπαρχόντων δόσιν (ὅθεν καὶ χρημάτων πλῆθος πολὺ συναγήοχεν), ἀλλὰ καὶ κατὰ τὴν τοῦ [*](V M lat. (Hipp. bis Z. 3)) [*](2 <γενέσθαι>*] fieri lat. 3f καὶ τούτων τὰς] et hoc circa eas lat. 4 περιφορφύρους VM 5 μεταδοῦναί σοι] participare te lat. 6 τῆς ἐμῆς] ex mea lat. 7 τοῦ μεγέθους] tuae magnitudinis lat. 8 δεῖ Ausgg.] δι᾿ VM oportet lat. | εἰς τὸ ἓν καταστῆναι (καταντῆσαι? Jül.)*, vgl. S. 8.2] εἰς τὸ ἐγκαταστῆσαι VM in unum convenire lat. 10 ἔσῃ oben drüber V corr 13 προεφήτευσα, προε auf Rasur V corr 16 <καὶ> et lat. 16f καὶ κεπφωθεῖσα nachgetragen V corr 17 ὑπὸ1 u. 2] lies ἀπὸ?* 18 καρδίας + eius lat. | πλέον] multo plus lat. 20 κενοῦ < lat. 21 ἔφη] exequitur lat. | <προφητῶν>*] prophetis lat. | τολμηρὸν καὶ ἀναιδὲς] audax et inverecmnda est lat.; lies viell. τολμηρὸν καὶ ἀναιδές <τι> * 22 vor κενῷ + quasi lat. | ἀπὸ τούτου λοιπὸν] ekinde lat. 22f ὑπολαμβάνει Pet.] μεταλαμβάνει VM putat lat. 24 πειρᾶται] gestit lat. | μόνο///ν, ο aus ω V corr | τῶν ὑπαρχόντων] substantiae suae lat. 25 συναγήοχεν *] συνενήωοχεν VM collegit lat.)

8
σώματος κοινωνίαν, κατὰ πάντα ἑνοῦσθαι αὐτῷ προθυμουμένη, ἵνα σὺν αὐτῷ κατέλθῃ εἰς τὸ ἕν.

Ἤδη δὲ τῶν πιστοτέρων τινὲς γυναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ θεοῦ καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίω; ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν κελεύων αὐταῖς προφητεύειν, καὶ] καταφυσήσασαι καὶ καταθεματίσασαι αὐτὸν ἐχωρίσθησαν τοῦ τοιούτου † θιάσου,

ἀκριβῶς εἰδυῖαι ὅτι προφητεύειν οὐχ ὐπὸ Μάρκου τοῦ μάγος ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλ οἷς ἂν ὁ θεὸς ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὐτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε θεὸς βούλεται, ἀλλ᾿ οὐχ ὅτε Μάρκος κελεύει.

τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲγ προηγεῖται, τὸ δὲ ὑποτέτακται. εἰ οὖν Μάρκος μὲν κελεύει ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις <ἀπὸ> τοῦ οὗτοι πάντοτε παίζειν καὶ ἀλλήλοις ἐγκελεύσεθαι τὸ προφητεύειν καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὤν, ὅπερ ἀδύνατον.

ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ᾿ αὐτῶν πνεύματα καὶ λαλοῦντα, ὁπότε βούλονται αὐτοί, ἐπίγεια καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴv πίστιν ἣν ἀπ᾿ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον φυλασσςόντων.