Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι, μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ᾿ αὐτοῦ παιγνίου ὡς ἔπος ἐπιτελεῖται. ἐπιτελεῖται. αὐτοὶ γὰρ ἐμβρόντητοι παντάπασι γεγόνασιν, ὑπαχθέντες κακῇ τινι ὑπονοίᾳ.

φασὶ γὰρ τρία ποτήρια λευκῆς ὑάλου παρ’ αὐτοῖς ἑτοιμάζεσθαι κεκραμένα λευκῷ οἴνῳ καὶ ἐν τῇ ἐπιτελουμένῃ παρ᾿ αὐτοῦ ἐπῳδῇ, τῇ νομιζομένῃ εὐχαριστίᾳ, μετα- [*](V M 6—16 fast wörtlich nacli Irenaeus adv. haer. I 13, 1; I (=lat.); vgl. auch Hippolyt refut. VI 39, 1; S. 170, 11—14 Wendland) [*](1 Überschrift κατὰ Μαρκωσίων ιݲδݲ ἡ καὶ τριακοστὴ τετάρτη V M 4 ν wegradiert Vcorr 6 παρ᾿] ὑπ᾿ statt παρ’ Vcorr ὑπ᾿ Μ 8 vor μαγικῆς + <ἅτε> * 11 ἀκατο///νομάστων, ο aus ω Vcorr | ἔχοντι aus ἔχων Vcorr 12 Ἀναξιλάου, α auf Rasur Vcorr 13 vor τῆ zwei Buchstaben ausradiert V 15 ἀπ’ *] ὑπ᾿ V M 16 * <ὁρμώμενα>*)

6
βάλλεσθαι εὐθύς, τὸ μὲν ἐρυθρὸν * ὡς αἷμα, τὸ δὲ πορφύρεον, τὸ δὲ κυάνεον.

Ἐγὼ τοίνυν ἵνα μὴ εἰς δεύτερον κάματον ἑαυτὸν ἐπιδῶ, ἁρκεσθῆναι δεῖν ἡγησάμην τοῖς ἀπὸ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Εἰργωαίου κατ᾿ αὐτοῦ τοῦ Μάρκου καὶ τῶν ἐξ αὐτοῦ ὁρμωμένων πραγματευθεῖσιν, ἅτινα ἐνταῦθα πρὸς ἔπος ἐκθέσθαι ἐσπούδασα, καὶ ἔστιν τάδε. φάσκει γὰρ αὐτὸς Εἰργναῖος ὁ ἅγιος ἐν τῷ ὑποφαίνειν τὰ ὑπ᾿ αὐτῶν γενόμενα, λέγων οὕτως·

ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ.

Ποτήρια οἵνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ, ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὄλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνου ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῆ ἡ διὰ τοῦ μάγου τούτου κλῃζομένη Χάρις.

πάλιν δὲ γυναιξὶνἐπιδοὺς ἐκπόματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος τοῦ κεκομισμένον * ἐπιλέγων ἅμα οὕτως »ἡ πρὸ τῶν ὅλων,

ἡ ἀνεννόητος καὶ ἄρρητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν«.

καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μακροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. καὶ ἄλλα τινὰ τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς καὶ ἀπαγήοχεν ὀπίσω αὐτοῦ.

[*](22 vgl. Matth. 13, 31 u. 8)[*](V M 9 ff Irenaeus adv. haer. I 13, 2 ff; 1 115 ff Harvey (=lat.), vgl. Hippolyt refat. VI 39, 2ff; S. 170, 14ff Wendland)[*](1 * <γινόμενον>* 4 δεῖν angeflickt V corr 7 αὐτὸς Pet.] αὐτοῖς V M 8 γενόμενα*] λεγόμενα VM 10 ποτήρια οἴνῳ κεκραμένα] pro calice enim vino mikto lat. 12 ποιεῖ Ausgg.] ποιεῖν V M 13 ἐκείνω V 13f ὑπεριμείρεσθαι Ausgg.] ὐπερομείρεσθαι, ειρ auf Rasur V corr ὑπερομείρεσθαι M 15 δὲ < lat. 19 εὐχαριστημένου V 20 κεκομισμένον Ausgg.] κεκοσμημένον VM allatus lat. | κεκομισμένον + multo maiorem lat. | * alte Lücke; ergänze wohl <εὐχαριστεῖ>* | ἅμα] statim lat. | ἡ2 < Hipp. 23 τὴν τααλαίπωρον] illam infelicem lat. 24 μεγάλου + calix lat. 26 ἀπαγείοχεν VM)
7

Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι᾿ οὗ αὐτὸς τε προφητεύειν δοκεῖ καὶ ὅσας ἀξίας ἡγεῖται <γενέσθαι> μετόχους τῆς χάριτος αὐτοῦ προφητεύειν ποιεῖ.

μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται καὶ τούτων τὰς εὐπαρύφους καὶ περιπορφύρους καὶ πλουσιωτάτας, ἅς πολλάκις ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς »μεταδοῦναί σοι θέλω τῆς ἐμῆς Χάριτος, ἐπειδὴ ὁ πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διὰ παντὸς βλέπει πρὸ προσώπου αὐτοῦ. ὁ δὲ τόπος τοῦ Μεγέθους ἐν ἡμῖν ἐστί·