Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι.

τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως κατασκευαθείσης αἶ αὐλαὶ ἐκι βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου γεγονυῖαι τὴν αὐτὴν παρ᾿ αὐτοῖς ἐπέδειξαν εἰκόνα.

τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα <ὅλως> τοιαῦτα ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι.

τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεΠλάσθαι λέγουσι τὸν ἄνθρωπον· ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῳ βούλονται γεγονέναι, ποτὲ δὲ > τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρ- [*](17 vgl. Exod. 26, 1 — 20 Exod. 28, 17) [*](V M lat.) [*](1 τε1 < V | ἐπὶ πᾶσι τούτοις Dind. Oh.] πετεινά που τοῖς V M super omnia lat. 1f δυωδέκατον, ω aus ο Vcorr δυοδέκατον M 2 τριακοντάδα Ausgg.] τριάκοντα V M triacontadem lat, 3 lies πλασθέντα? *, vgl. S. 31, 4 4 πηγῆς Ausgg.] πηγὴν V πηγῆν Μ fontelat. 7 <lat. 9 ἔχοντος Ausgg.] hahentem lat. 12 δεκαδύο V M 14 σῶμα Ausgg.] τοῖς σώασιν V M corpus lat. | τε οὐν] autem lat. 16 μέγα, ν angeflickt Vcorr μέγα Μ 20 ποδήρη///, ν wegradiert V | στοιχ·είοις] ordinihus lat.; lies στοίχοις? Pet. 21 > *] omnino lat. ἄλλα? ül. 23 δὲ < lat. 24 ὀγδόῃ, η auf Rasur, dahinter 1 wegradiert V 25 μὲν < lat. | τῇ ἕκτῃ] sexfo die lat.; lies wohl <ἐν> τῇ ἕκτῃ <ἐν> τῇ ὀδδήῃ *] in cctavo lat. 26 τὸν1] τὸ M | ἐροῦσι] dicunt lat.)

31
κικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ᾿ αὐτοῖς.

ἔνιοι δὲ <καὶ> ἄλλον <εἶναι> θέλουσι τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἲναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ τῆς Τῆς πλασθέντα.

Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύνειν. τὸ αὐτὸ δὲ καὶ τὸν Δαυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαινειν. ετι μην καὶ την περιτομην, οκταημερον γινομενην, το περιτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν.

καὶ ἁΠλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς ὑπάγεσθαι δυνάμενα εἰς τὸ ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν.

ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧι ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν δοῦναι, λέγουσι,. καὶ τὴν > Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν.

καὶ ὁ δοῦλος δὲ ὁ > Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοάμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἶ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ᾿ αὐτοὺς δεκάδα.