Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ᾿ ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν >. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ᾿ αὐτοῖς καρποφορήσας.

ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς, φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν εἰπών »ἐν ἀρχ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«.

τέσσαρα οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσεν. καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν »ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος«.

τὴν > δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπφερόμενον τῷ ὕδατι πνεῦμα.

μεθ᾿ ἣν τῆς δεκάδος μηνμονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν καὶ ὃ καλεῖται πρωΐ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ τόπῳ τὸ ξύλον·

οὕτως τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς δὲ δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ᾿ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, ἔτι <ἔτι τε> ἰχθύας καὶ [*](14 Gen. 1, 1 — 18 Gen. 1, 2) [*](V M lat. Hipp, (bis Ζ. 8)) [*](1 φασὶ < Hipp. 3 μόνιμον] ἄμωμον Hipp. | τὸ ἀίδιον Hipp. | > Hipp. 1 εἰς + τοῦτο Hipp. | χρόνους] tetnporum spatia lat. 4f vor τὸ αἰώνιον + πρὸς Hipp. .5 τεθεῖσθαι Hipp. | οἰόμενον] γενόμενον μὲν οὖν Hipp. 6 ἀπέραντον] ἀόρατον Hipp. 1 τε] δὲ Hipp. < lat. 7 κατάλυσιν hinter Ζ. 8) Hipp. 10 <τι> Dind. Öh.] aliquid lat. 12 μηνύσαντας Dind.] V M manifestantes lat. 13 ἐπάγει Μ | τῆς] τὴν M 15 οὖν < 17 τὸ ἀόρατον Dind. Oh.] τὸν ἀόρατον V M invisibile lat. | vor ἀπόκρυφον + τὸν V 18 <δὲ> Dind. Öh.] aidem lat. 19 πρώτης] πρὸ τῆς M 20 σφισιν αὐτοῖς] in quibus sunt lat. 23 τε2 hineingeflickt Vcorr 24 τε *] δὲ V M quoque lat. 25 δωδεκάδος Dind.] δυωδεκάδος V δυοδεκάδος Μ | παρ’ αὐτῷ] apiid cos lat. 26 ἔτι <ἔτι τε> *] adhuc efiam lat.)

30
ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν.

ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ᾿ εἰκόνα τὴς ἄνω δυνάμεως ἔχειν ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς δύναμιν ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφραλον τόπῳ), ἀφ᾿ ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ’ εἰκόνα τῆς ἄνω τετράδος καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν τετάρτην γεῦσιν.

τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέος.

ὅλον δὲ | τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων [*](P251) τὴν δεκάδα βαστάζειν, ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δώδεκα μέλη διαιρουμένῳ τὴν δωδεκάδα. διαιροῦσι δὲ αὐτό, καθάπερ τὸ τῆς Ἀληθείας διῄρηται παρ᾿ αὐτοῖς σῶμα, περὶ οὗ προειρήκαμεν. τήν τε οὖν ὀγδοάδα, ἄρρητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι.