Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τίς δ᾿ ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγήν, ἣ τὸν ἀνονόμαστον ὀνομάζει καὶ τὸν ἄρρητον ἐξηγεῖται καὶ τὸν ἀνεξιχνίαστον ἐξιστοτεῖ καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτόν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις, καὶ προενέγκασθαι Λόγον, ὡς ἓν τι τῶν συνθέτων ζᾠων·

τὸν τε Λόγον αὐτοῦ, ὅμοιον ὄντα τῷ προβαλόντι καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων· ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φᾐς, στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων.

ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμούς, ποτὲ μὲν πριάκοντα, ποτὲ δὲ εἰκοστιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸ τῶν πάντων κτιστὴν καὶ δημιουργὸν καὶ ποιητὴν Λόγον τοῦ θεοῦ, κατακερματίζοντός <τε> αὐτὸν εἰς συλλαβὰς τέσσαρας, στοιχεῖα δὲ τριάκοντα, καὶ τὸν μὲν πάντων κύριον,

τὸν ἐστερεωκότα τοὺς οὐρανούς, εἰς ω#x772 ω#x772; κατάγοντος ἀριθμόν, ὁμοίως καὶ αὐτὸν δὲ τὸν τὰ πάντα χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα καὶ ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα ὑπομερίζοντος καὶ διὰ τῶν τοιούτων πολυπλασιασμῶν τὸ ἄρρητον καὶ ἀνεννόητον, ὡς σὺ σῄς, τοῦ Πατρὸς ἐκδιηγουμένου;

καὶ ὃν ἀσώματον καὶ ἀνούσιον ὀνομάζεις, τὴν τούτου οὐσίαν καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ ἑτέρων γεννωμένων, κατασκευάζεις, αὐτὸς Δαίδαλος δευδὴς καὶ τέκτων κακὸς γενόμενος τῆς [*](V M lat.) [*](1 αὐτοὶ] semetipsos lat. | ἐξευρηκέναι] adinvenisse lat. 3 > Ἕλλησι *] apud Graecos lat. 5f μεταγενέστερον — σαυτοῦ < M | στοιχεῖα + temporis quam Palamedes lat.; lies wohl <τουτέσιν τοῦ χρόνου> * 6 γὰρ] autem lat. | μόνος *] μόνον V M solus lat. | <ὡς> *] in idolum lat.; vgl. S. 12, 21 u. 21, 17 7 κατήγαγες] deposuisti lat. | λεγομένην] quae . . . praedicatur lat. 8 ἡ M | τὸν] τὸ M 8f ἀνο///νόμαστον, ο aus ω Vcorr ἀνονόμαστον M 9 και1] aeonem lat. 12 ὄντα] esse lat. —21 στοιχείων μὲν — καὶ αὐτὸν γεγονότα < M 18 <τε> *] et lat. getilgt Vcorr < lat. 21 αὐτὸν δὲ τὸν τὰ *] αὐτὸν γεγονότα V M ipsum lat. | ἀχώρητον . . ὑπάρχοντα] (qui) a nullo . . . capiiur lat. 22 καὶ δεκάδα < lat. 24 ἐνδιηγουμένου V 26 Δαίδαλλος, αι auf Rasur, ein λ getilgt Δεδαλλὸς M)

23
προπανυπερτάτου δυνάμεως·

καὶ ἣ ἀμέριστον φῂς εἶναι >, εἰς ἀφώνους καὶ φωνήεντας καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων, τὸ ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ καὶ τῇ τούτου Ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν ἀνωτάτω βλασφημίαν καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τοὺς σοὶ πειθομένους.

διὸ <καὶ> δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῳ ὁ θεῖος πρεσβύτης καὶ κῆρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, ειπων ουτως·

  • εἰδωλοποιὲ Μάρκε καὶ τερατοσκόπε,
  • ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης,
  • δι᾿ δι᾿ κρατύνεις τῆς πλάνης τὰ διδάγματα,
  • σημεῖας δεικνὺς τοῖς ὑπὸ σοῦ πλανωμένοις,
  • ἀποστατικῆς δυνάμεως ἐγχειρήματα,
  • ἃ σοὶ χορηγεῖ σὸς πατὴρ Σατὰν ἀεὶ
  • δι᾿ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν,
  • ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας.
  • καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης·

    ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν μακρὰ ὄντα πειρασόμεθα βραχέως διεξελθεῖν καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς φανερὸν ἀγαγεῖν. οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι.

    12. Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι·