Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

γέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ »ὅ ὁ θεὸς αυνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«. καὶ πῶς συνέζευξεν, διεξῆλθεν * τὸ ῥῆμα ἵνα μάθωμεν λέγων »ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ κολλήδήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.

εἶτα ἐπιφέρει λέγων »ὅ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«· καίτοι γε οὐδαμοῦ τοῦ κυρίου τοῦτο εἰρηκότος, ὁπηνίκα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἔπλασεν ἢ μόνον »ποιήσωμεν αὐτῷ κατ᾿ αὐτὸν βοηθόν«.

ἀλλὰ τοῦτο ὑπὸ τοῦ Ἀδὰμ εἴρηται, ὅτε ἀνέστη ἐκ τοῦ ὕπνου καὶ εἶπεν »τοῦτο τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γθνὴ ὄτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη«· εἶτά φησιν »ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυαικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν‘.

οὐ τοῦ θεοῦ τοίνυν τοῦτο εἰπόντος, τοῦ δὲ Ἀδὰμ εἰρηκότος, τοῦ κυρίου δὲ ἐπιμαρτυροῦντος ἐν τῷ εὐαγγελίῳ θεοῦ εἶναι τὸ ῥῆμα τὸ διὰ τοῦ Ἀδὰμ εἰρημένον, ἀπ᾿ αὐτῆς τῆς ὑποδέσεως ἔδειξεν, ὅτι ἐκεῖ μὲν Ἀδὰμ εἴρηκεν θεοῦ δὲ βουλήσει ἐφθέγ- γετο καὶ ὼδε ὁ Μωυσῆς ἐνομοθέτησεν θεοῦ αὐτῷ καταγγείλαντος τὴν νομοθεσίαν. καὶ αὑται μὲν ἤδη αἱ δύο σου λέξεις διέπεσον, καὶ [*](3 Mark. 7, 11 — 11 Matth. 19, 8 — 14 Matth. 19, 6 — 15 Matth. 19, 5 — 20 Gen. 2, 18 — 22 Gen. 2, 23 — 24 Gen. 2, 24 V Μ S (Ss) Ausgg. 7 * <νομοθετηθέντα> * 15 * etwa <συνιστάνων> 16 αὐτοῦ2 < M 18 ὅ οἶν nachgetragen V corr 29 βουλήσει *] ι aus ει Vcorr βούλησις M)

461
οὐ πόρρωθεν, ἀλλὰ ἀπ᾿ αὐτῆς τῆς χρήσεως.

καὶ ὅτι μὲν νομοθεσία θεοῦ ἔστιν, τοῦτο δῆλον. πανταχοῦ δὲ θεὸς νομοθετεῖ τὰ μὲν εἰς χρόνους, τὰ δὲ εἰς τύπους, τὰ δὲ εἰς άποκάλυψιν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν, ὦν ἐλθὼν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδειξε τὴν πλήρωσιν ἐν τῷ εὐαγγελίῳ.

10. Τὰ δὲ τῆς παρὰ σοὶ ἑτέρας θεῶν διαιρέσεως τριχῆ πάλιν διαιρεθείσης ἐπαναλαβὼν καὶ αὐτὰ δείξω παρὰ σοὶ σεσυκοφαντημένα καὶ οὐκ ἄλλο τι ὄν ἀλλὰ γόητος τὸ ἔργον.

ποῖος γὰρ ἡμῖν τρίτος θεὸς πάρεστιν, ἐκ δύο συσταθεὶς ὁμοιωμάτων καὶ οὔθ᾿ ἕτερον ὤν τῶν δύο, οὔτε τὴν κακίαν ἔχων καὶ ἀδικίαν ὡς ἔφης, οὔτε τὴν ἀγαθότητα καὶ φωτεινὴν οὐσίαν, μεσαίτατος δὲ ὤν δίκαιος;

καὶ γὰρ ἀληθῶς ἀλλότριος ὤν πάσης δικαιοσύνης εἰκότως άγνοεῖς τί ποτέ ἐστι δικαιοσύνη, ἑτέραν αὐτὴν παρὰ τὴν ἀγαθότητα νομίζων. πολὺ δὲ ἐλεγχθήσῃ, ὠ ῥᾳδιουργὲ καὶ ἀλλότριε τῆς ἀληθείας· οὐδαμόθεν γὰρ γίνεται τὸ δίκαιον ἀλλ᾿ ἐξ ἀγαθότητο καὶ οὐδὲ ἄλλως τις γενήσεται ἀγαθός, εἰ μὴ ᾖ δίκαιος.

ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν »κοσμεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς«. πόθεν δὲ γεγόνασι προφῆται καὶ δίκαιόι ἀλλ᾿ ἢ ἀπὸ τῆς τοῦ πατρὸς ἀγαθότητος;

καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἔστηκεν, ἔλεγεν »ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι άνατέλλει αὐτοῦ τὸν ἥλιον ἐπὶ άγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ άδίκους«, ἕνα δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν ἄδικον καὶ τὸ ἄδικον πονηρόν.

Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάγως γὰρ συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὁδόντα ἀντὶ ὁδόντος« καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν φονευτήν.

ἀλλὰ ἐξ αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας δειχθήσεται ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ᾿ ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ [*](17 Matth. 23, 29 Luk. 11, 47 — 21 Matth. 5, 45 — 28 Lev. 24, 20 29 vgl. Lev. 24, 17 V Μ) [*](7 διαιρεθείσης, ειση auf Rasur Vcorr 9 ἔτερον *] ἕτερος VM 10 κακίαν ἔχων — οὔτε τὴν < Μ 15 nach ἀλλ’ 4 Buchstaben ausradiert Y 18 εἴα auf Rasur Vcorr)

462
ἐνεργεῖ. τῇ ὑπὸ τοῦ σωτῆρος εἰρημένῃ ἐντολῇ ὅτι »ἐάν τίς σε τυπτησῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην«.

καὶ <γὰρ καὶ> ὁ νόμος πάλαι τοῦτο κατεσκεύαζε λέγων »όφθαλμὸν ἀντὶ ὀφθαλμοῦ‘, τουτέστιν »στρέψον αὐτῷ τὴν σιαγόνα«. ἴνα γὰρ διαφύγοι ἄ πάθοι ἄν εἰ πλήξει, παρεῖκε τὴν σιαγόνα τῷ τύπτοντι, εἰδὼς ὅτι εἰ ἀφέλοι ὀφθαλμόν. τὰ αὐτὰ πείσεται διὰ τὸν νόμον.