Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

11. Ὡς γὰρ ὁ πατὴρ βούλεται παιδεύειν τὰ τέκνα καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος προβαίνει τῇ παιδείᾳ, καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ οὐδὲ τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ οὐδὲ τὸν νεανίαν τῷ τελείῳ άνδρί,

άλλὰ τῷ μὲν ὐποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, άνθρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἐξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα.

ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιξεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος καὶ άγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ τελείους τελείων ἠξίου μυστηρίων.

ρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὑτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις »οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε«, τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν »οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν‘.

ὁ δὲ Παῦλος »οὔπω γὰρ ἠδύνασθε, άλλ᾿ οὐδὲ ἔτι δύνασθε«, δεικνὺς ὅτι καιρῶν προϊόντων τελειότεραι ἐντολαί, οὖσαι μὲν αἱ αὐταί, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν, ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σκηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις.

νομό- θετήσας γὰρ ὁ νόμος »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ« οὐκ εἶπεν αὐτοῖς, ἐκβάλετε ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἀλλ᾿ ἐὰν ἐκβάλῃ τις ὀφθαλμόν, ἐκβληθήσεται ὁ ὀφθαλμὸς τοῦ ἐκβαλόντος· ἕκαστος δὲ φειδόμενος τοῦ ἰδίου σώματος παρεδίδου τὴν σιαγόνα τύπτεσθαι καὶ οὐκ ἔτυπτε.

καὶ ἀπὸ τότε ἐφυλάττετο τὰ νῦν ἐν τῷ εὐαγγελίῳ τηλαυγῶς εἐρη- [*](18 Job. 13, 7 — 10 vgl. Job. 2, 22 — 20 I Kor. 3, 2f — 24 Lev. 24, 20 V Μ) [*](1 τῆ|||| . . . εἰρημένη||| ἐντολῆ|||||, überall ein Buchstabe wegradiert Vcorr | ὅτι *] τὸ V M 2 <γὰρ καὶ> * 9 τῷ μειρακίῳ am Rande nachgetragen Vcorr | τῷ νεανίσκῳ am Rande nachgetragen Vcorr 10 τῷ τελείῳ ἀνδρὶ auf Rasur Vcorr 13 μαχάρᾳ *] μάχαιρα VM 19 γένησθε aus γενήσεσθαι Vcorr 21 τελειό||| τεραι, ο aus ω Vcorr | vor ἐντολαὶ Rasur von 5 Buchstaben Vcorr 21 f οὖσαι μὲν auf Rasur Vcorr 22 αἰ αὐταὶ nachgetragen Vcorr ἑαυταὶ Μ | ἀλλὰ]? * 25 ἐκβάλλετε Μ)

463
μένα, τότε μὲν ἀνάγκῃ ὡς νέων σωφρονιζομένων, νῦν δὲ προαιρέσει ἄτε δὴ τελείων τειθομένων.

εἰ δὲ φάσκεις περιπλοκὴν εἶναι ταύτην, τὸ λέγειν »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ‘ καὶ τὸ τὸν φονέα φονεύεσθαι, ἰδοὺ καὶ περὶ τῆς ὴμέρας τῆς κρίσεως βλέπομεν τὸν σωτῆρα λέγοντα »ὅτι ελεύσεται ὸ αὐτοῦ δεσπότης« τοῦτο δὲ περὶ ἑαυτοῦ ἔλεγεν, αὐτὸς πάντων ὤν δεσπότης) καί φησιν »καὶ διχοτομήσει αὐτὸν τὸν δοῦλον καὶ τὸ μέρος αύτοῦ μετὰ τῶν ἀπίστων θήσει«.

οὐκοῦν καὶ κατὰ τοῦ σωτῆρος ἐξοπλίζῃ συκοφαντῶν πάλιν ῥήματα καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι ἀγαθόν καίτοι γε ἐκ πατρὸς ἀγαθοῦ γεγεννημένον καὶ ἀγαθὸν ὄντα), ἀλλὰ δίκαιον καὶ οὐθ᾿] ἕτερον παρὰ τὸν πατέρα.

δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὠ οὺτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν.

καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἴνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι.

καὶ γὰρ τῷ ὄντι »ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὕς τὰ τέλη τῶν αἰώνων κατήντησεν«, > φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων.

εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες ὴμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ήπατημένοις.