Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

9. Ἴνα δὲ μὴ ἀβασάνιστα ᾖ τὰ τρία σου λεξείδια, ἃ δὴ πρὸς Φλώραν τὸ γύναιον ἐπιστέλλων ἐκομπάσω, <ὡ> Πτολεμαῖε ἀεὶ αἱ ὀφιώδεις διδασκαλίαι γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀπατῶσι, κατὰ τὸν τοῦ ἀποστόλου γόγον), καὶ] αὐτὰς δὴ τὰς λέξεις καιρίως ἐνταῦθα παραθέμενος, καὶ τὴν αὐτῶν ἀνατροπήν, ἀναγκαίαν οὐσαν εἰς τὸ μὴ καταλειφθῆναι ῥίζαν τῆς ζιζανιώδους σου σπορᾶς, ἑξῆς ἀκολούθως ποιήσομαι.

Φάσκεις γάρ, ὦ οὗτος, τὸν νόμον τριχῆ διῃρῆσθαι καὶ τὸ μὲν ἔχειν τι ἐκ τοῦ θεοῦ, τὸ δὲ ἐκ Μωυσέως, τὸ δὲ ἐκ τῶν πρεσβυτέρων.

καὶ ὅτι μὲν <ὅπερ> ἐκ τῶν πρεσβυτέρων οἴει γεγραμμένον οὐκ ἔχεις που ἀποδεῖξαι, τοῦτό ἐστι σῆλον. οὐδαμοῦ γὰρ ἐν νόμῳ ἐμφέρονται αἱ τῶν πρεσβυτέρων παραδόσεις. ἀλλὰ ἀγνοῶν καὶ τὰς βίβλους καὶ τὴν ἀλήθειαν φαντάζῃ συκοφαντῶν καὶ τὰς ἀκολουθίας † ἀγνοῶν ἑκάστης ἀκριβοῦς εἰδήσεως.

αἱ γὰρ παραθόσεις τῶν πρεσβυτέρων δευτερώσεις παρὰ τοῖς Ἰουδαίοις λέγονται. εἰσὶ δὲ αὗται τέσσαρες· μία μὲν ἡ εἰς ὄνομα Μωυσέως φερομένη, δευτέρα δὲ ἡ τοῦ καλουμένου Ραββὶ Ἀκίβα, τρίτη Ἀδδᾶ ἤτοι Ἰούδα, τετάρτη τῶν υἱῶν [*](8 τῶν ἑτέρων, gemeint sind die ächstfolgenden äresen — 13 f vgl. II Tim. 3, 6 — 25 ff vgl. zu haer. 15, 2, 1; S. 209, 29 ff V M) [*](1 > * | Δία|||, ν wegradiert Vcorr Δίαν Μ 2 κακίας ist, als Genitiv ßt, unanstößig 5f καὶ τῶν — ἔλεγχον < M 6 vor ἤδη ein Ycorr 13 ἐκομπάσω, α auf Rasur Vcorr | <ὧ> U | ἀεὶ] ἅ δεῖ M 15 κα] 16 παραθέμενος *] παραθήσομαι VM 18 ποιήσο|||ναο, ο aus ω V 19 τὸ] τὸ|||, ν wegradiert Vcorr 21 <ὅπερ> * 24 † ἀγνοῶν] vom Abschreiber Z. 23 wiederholt; lies wohl ἀλλοιῶν *)

460
Ἀσαμωναίυ. ἐπεὶ ποῦ ἔχεις, φιλόνεικε καὶ άκατάστατε τὴν γνώμην.

δεῖξαι ἐν ταῖς πέντε βιβλοις τῆς πεντατεύχου καὶ θεοῦ νομοθεσίας ὅτι ἐρρήθη ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος > ἐρεῖ τῷ πατρὶ αὐτοῦ κορβὰν ὅ ἐστι δῶρον, οὐκ ὠφεληθήσεταί τι ἐξ αὐτοῦ‘;

ἀλλὰ οὐχ ἔχεις δεῖξαι. ἄρα γοῦν ἐξέπεσέ σου ὁ λόγος, τοῦ ῥήματος οὐσαμοῦ ἐν τῇ πεντατεύχῳ ἐμφερομένου.

καὶ μάτην τὴν ὑπὸ σοῦ ἠπατημένην Φλώραν ἀφάντασας τὰ δὲ ὑπὸ Μωυσέως * οὐκ ἐκτὸς τοῦ θεοῦ καὶ αὐτὰ ἐνομοθετήθη, άλλὰ ἐκ τοῦ θεοῦ διὰ Μωυσέως, ὅ καὶ ἐξ αὐτῆς τῆς τοῦ σωτῆρος ἐπικρίσεως δείκνυται. αὐτὰς γὰρ ἄς παρή- γαγες μαρτυρίας κατὰ σαυτοῦ ἐπισυνήγαγες.

φάσκει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι »Μωυσῆς ἔγραψεν κατὰ τὴν σκληροκαρδίαν ὺμῶν«. ὄ δὲ ἔγραψε Μωυσῆς οὐκ ἐκτὸς βουλήσεως θεοῦ ἔγραψεν, άλλ᾿ ἐκ πνεύματος ἁγίου ἐνομοθέτησε.

γέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ »ὅ ὁ θεὸς αυνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«. καὶ πῶς συνέζευξεν, διεξῆλθεν * τὸ ῥῆμα ἵνα μάθωμεν λέγων »ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ κολλήδήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.

εἶτα ἐπιφέρει λέγων »ὅ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«· καίτοι γε οὐδαμοῦ τοῦ κυρίου τοῦτο εἰρηκότος, ὁπηνίκα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἔπλασεν ἢ μόνον »ποιήσωμεν αὐτῷ κατ᾿ αὐτὸν βοηθόν«.

ἀλλὰ τοῦτο ὑπὸ τοῦ Ἀδὰμ εἴρηται, ὅτε ἀνέστη ἐκ τοῦ ὕπνου καὶ εἶπεν »τοῦτο τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γθνὴ ὄτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη«· εἶτά φησιν »ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυαικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν‘.