Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δέ τις περιτύχοι αὐτοῖς τῶν συνετῶν καὶ τὸν εὔλογον λογισμὸν κεκτημένων, καταγελάσει μὲν τῆς τοσαύτης γηρῳ- δίας, ἀπ᾿ αὐτῆς δὲ τῆς ὑποθέσεως τῶν παρ’ αὐτοῖς λεγομένων τὴν ἀνατροπὴν εἴσεται. ἐλέγχονται γὰρ οὑτοι παντάπασι, καθ΄ ἑαυτῶν ὁπλιζόμενοι τὰ ψεύδη τῆς αὐτῶν ματαιοπονίας.

πόθεν γὰρ ὑμῖν, ὦ οὖτοι Πτολεμαῖοί τε καὶ Πτολεμαῖαι, τοῦ Βυθοῦ τὰ μέτρα καὶ αἱ μαιώσεις τῶν τοκετῶν καὶ γεννητικῶν ὑποδέσεων ἡ γνῶσις;

ὡς γὰρ παρόντες καὶ τῶν ἐπουρανίων τὰς φύσεις θεασάμενοι θεασάμενοι καὶ ὡς αὐτοῦ προόντες τοῦ παρ’ ὑμῖν Βυθοῦ καλουμένου, ἐπαγγέλλεσθε τὴν εἴδησιν ἡμῖν ὑποδεικνύναι,

οὐδενὸς πώποτε τῶν προφητῶν τοῦτο εἰρηκότος, οὐκ αὐτοῦ Μωυσέως οὐ τῶν πρὸ αὐτοῦ οὐ τῶν μετ’ αὐτὸν οὐ τῶν εὐαγγελιστῶν οὐ τῶν ἀποστόλων, εἰ μὴ ἄρα τὰ ἐθνόμυθα ποιήματα εἴποις τῶν περὶ Ὀρφέα τε καὶ Ἠσίοδον καὶ Ἱκέσιον καὶ Στησίχορον, παρ᾿ οἶς αἱ τῶν ἀνθρώπων γενεαὶ μετεποιήθησαν εἰς θεῶν ἐπωνυμίας καὶ τὰ ἐν ἀνθρώποις τετελεσμένα ποιητικῶς ἐδραματουργήθη.

κἀκεῖνοι γὰρ [*](8 vgl. I Tim. 1, 4 — 13 Sir. 13, 16 — 27 vgl. oben haer. 31, 2, 4ff; S. 384, ff S V M) [*](1 κυκ|||ώντων, aus κυκλούντων V corr | κατᾶτυόντων, ἄ getilgt V corr 10 zu μαιωτικῶν μητρῶν, vgl. Ζ. 21 | ὡς hineingeflickt V corr 12 νομίζων τι Pet.] νομίζοντι V M 13 lies παρ᾿ αὐτῶν? * 15 τὸν, lies vielleicht τῶν * 20 ὑμῖν ὦ οὖτοι aus οὑτοι ὦ ὑμῖν V corr ὑμῖν οὗτοι ὦ M 23 αὐτοῦ *] αὐτοὶ, οὶ auf Rasur V corr αὐτοὶ M 24 ἡμῖν *] ὑμῖν V M 28 Στησίχρονον V M)

459
οὕτως ἐνόμισαν, ἐκθειάσαντές <τε> τοὺς περὶ Δία καὶ Ρέαν καὶ καὶ Ἀθηνᾶν καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην καὶ τὰς τούτων κακίας γονὰν τιμήσαντες, εἰς φαντασίαν πολυθεΐας καὶ εἰδωλολατρείας τὸν κόσμον ἐνέβαλον.

ἀλλὰ οὐκέτι μοι πολλή τις χρεία γενήσεται εἰς τὴν σοῦ, ὠ Πτολεμαῖε, ἀνατροπήν τε καὶ ἔλεγχον καὶ τῶν κατὰ σέ, ἤδη τῶν σῶν προπατόρων τὸν ἔλεγχον ἱκανῶς εἰληφότων. διὰ δὲ τῶν προειρημένων τὴν κατὰ σοῦ ἀσχύνην συστησάμενος διέξειμι τὴν τῶν ἑτέρων πλάνην, θεὸν ἐπικαλούμενος ἐπίκουρον τῆς ἡμῶν μετριότητος, ὅπως τὴν παρ᾿ ἑκάστῳ ἔθνει κακῶς ἐπινενοημένην ὑπόθεσιν φωράσω τε καὶ θριαμβεύσω, ἐπὶ τῇ ἐπαγγελίᾳ τῆς σπουδῆς παρὰ θεοῦ αἰτούμενος τὴν χάριν.

9. Ἴνα δὲ μὴ ἀβασάνιστα ᾖ τὰ τρία σου λεξείδια, ἃ δὴ πρὸς Φλώραν τὸ γύναιον ἐπιστέλλων ἐκομπάσω, <ὡ> Πτολεμαῖε ἀεὶ αἱ ὀφιώδεις διδασκαλίαι γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀπατῶσι, κατὰ τὸν τοῦ ἀποστόλου γόγον), καὶ] αὐτὰς δὴ τὰς λέξεις καιρίως ἐνταῦθα παραθέμενος, καὶ τὴν αὐτῶν ἀνατροπήν, ἀναγκαίαν οὐσαν εἰς τὸ μὴ καταλειφθῆναι ῥίζαν τῆς ζιζανιώδους σου σπορᾶς, ἑξῆς ἀκολούθως ποιήσομαι.