Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τὴν τούτων ἀρχήν τε καὶ γέννησιν, ἀξιουμένη τῆς ἀποσστολικῆς παρα- δόσεως, ἐκ διαδοχῆς καὶ ἡμεῖς παρελήφαμεν μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ημῶν διδασκαλίᾳ.

ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι᾿ ὀλίγων εἰρημένα οὐκ ἠτόνησα καὶ τὸ τῆς συντομίας προέγραψα ἅμα τε τὸ προκείμενον ἀποκρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν Τε ὡς καλὴ γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων τυχοῦσα τὸν δι᾿ αὐτῶν καρπὸν ἀναδείξῃς.

Πρὸς Φλώραν ἐπληρώθη.

8. Τίς δὲ τούτων τῶν ῥημάτων καὶ τῆς τοῦ γόητος τούτου καὶ [τῆς] τῶν σὺν αὐτῷ ἀνέξεται φρενοβλαβείας, Πτολεμαίου δέ φημι καὶ [*](1 vgl. IKor. 8, 6 — 19f vgl. Matth. 13, 8f V M) [*](1 ἀγέννητος am Rande nachgetragen Vcorr 3 πεφυκὼς + >? * 5 πολυσδὴς M 7 hinter προήγαγεν vermuten Stieren u. Harnack eine ücke, Stieren änzt >; aber τούτου muß sich, wie das Vorhergehende, als auch das folgende αὐτὸς schlechthin fordert, auf den δημιουργὸς beziehen. Die διττὴ δύναμις, die er hervorbringt, ist die zwischen Licht u. Finsternis geteilte d. h. die μεσότης; vgl. S. 456, 21 u. 457, 11 8 τοῦτο am Rande nachgetragen Vcorr 9 <ἁπλῆς> *, vgl. Z. 6] μιᾶς Harnack 10 Pet.] τοῦ VM 11 <ἡ> Dind. 14 τούτων Stieren] τούτου V M 17 ἐφθόνησα Pet. (Verschlechterung) 18 τε *] μὲν VM | ἀποχρόντως Μ 20 τὸν] τῶν Μ 24 τῆς] * | φρενοβλαβίας aus φραινοβλαβείας Vcorr φρενοβλαβίας M | δέ *] τε V M)

458
τῶν ἀμφ’ αὐτόν, εἰς τοσοῦτον κυκώντων καὶ καττυόντων πλά- σματα;

οὕτε γὰρ τῶν παλαιῶν τραγῳδοποιῶν τις οὔτε οἱ καθεξῆς μιμηλοὶ τὸν τρόπον, οἱ περὶ Φιλιστίωνα λέγω καὶ Διογένη τὸν τὰ ἄπιστα γράψαντα ἥ οἱ ἄλλοι πάντες οἱ τοὺς μύθους ἀναγεγραφότες καὶ ῥαψῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι,

ὡς οὑτοι τολμηρῶς φερόμενοι κατὰ τῆς ἑαυτῶν ζωῆς δεινὰ ἑαυτοῖς κατεσκεύασαν καὶ τὸν νοῦν τῶν πειθομένων αὐτοῖς ἀνθρώπων εἰς μωρὰς ζητήσεις περιέβαλον καὶ γενεαλογίας ἀπεράντους,

αὐτοὶ τὰ ἐν χερσὶ μὴ ἐπιστάμενοι καὶ τὰ ἐπουράνια ἐπαγγελλόμενοι μέτροις τισὶν ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν ἐπιστήμας αναδεχόμενοι.

ἀκούσας δέ τις παρὰ τούτων. εἰ μὲν τῶν άφρονεστάτων εἴη, τῷ ψεύδει νομίζων τι παρ᾿ αὐτοῖς μετάρσιον ἐγνωκέναι ῥᾳδίως ὑπαχθήσεται »ὅτι πᾶν ὄρνεον κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ κολληθήσεται άνήρ«, φησὶν ἡ γραφή)·