Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς οὑτοι τολμηρῶς φερόμενοι κατὰ τῆς ἑαυτῶν ζωῆς δεινὰ ἑαυτοῖς κατεσκεύασαν καὶ τὸν νοῦν τῶν πειθομένων αὐτοῖς ἀνθρώπων εἰς μωρὰς ζητήσεις περιέβαλον καὶ γενεαλογίας ἀπεράντους,

αὐτοὶ τὰ ἐν χερσὶ μὴ ἐπιστάμενοι καὶ τὰ ἐπουράνια ἐπαγγελλόμενοι μέτροις τισὶν ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν ἐπιστήμας αναδεχόμενοι.

ἀκούσας δέ τις παρὰ τούτων. εἰ μὲν τῶν άφρονεστάτων εἴη, τῷ ψεύδει νομίζων τι παρ᾿ αὐτοῖς μετάρσιον ἐγνωκέναι ῥᾳδίως ὑπαχθήσεται »ὅτι πᾶν ὄρνεον κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ κολληθήσεται άνήρ«, φησὶν ἡ γραφή)·

εἰ δέ τις περιτύχοι αὐτοῖς τῶν συνετῶν καὶ τὸν εὔλογον λογισμὸν κεκτημένων, καταγελάσει μὲν τῆς τοσαύτης γηρῳ- δίας, ἀπ᾿ αὐτῆς δὲ τῆς ὑποθέσεως τῶν παρ’ αὐτοῖς λεγομένων τὴν ἀνατροπὴν εἴσεται. ἐλέγχονται γὰρ οὑτοι παντάπασι, καθ΄ ἑαυτῶν ὁπλιζόμενοι τὰ ψεύδη τῆς αὐτῶν ματαιοπονίας.

πόθεν γὰρ ὑμῖν, ὦ οὖτοι Πτολεμαῖοί τε καὶ Πτολεμαῖαι, τοῦ Βυθοῦ τὰ μέτρα καὶ αἱ μαιώσεις τῶν τοκετῶν καὶ γεννητικῶν ὑποδέσεων ἡ γνῶσις;

ὡς γὰρ παρόντες καὶ τῶν ἐπουρανίων τὰς φύσεις θεασάμενοι θεασάμενοι καὶ ὡς αὐτοῦ προόντες τοῦ παρ’ ὑμῖν Βυθοῦ καλουμένου, ἐπαγγέλλεσθε τὴν εἴδησιν ἡμῖν ὑποδεικνύναι,