Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία φθορά τε καὶ σκότος ὑλικὸς γὰρ οὖτος καὶ πολυσχικής), τοῦ δὲ πατρὸς τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οἠσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ κρείττονός ἐστιν εἰκών.

μηδέ σε τανῦν τοῦτο θορυβείτω, δέλουσαν μαθεῖν πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων, <ἁπλῆς> οὔσης τε καὶ μένης ἡμῖν καὶ πεπιστευμένης, τῆς ἀγεννήτου καὶ αφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὖται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ <ἡ> τῆς ἀνομοούσιοι αὖται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ προφέρειν.

μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τὴν τούτων ἀρχήν τε καὶ γέννησιν, ἀξιουμένη τῆς ἀποσστολικῆς παρα- δόσεως, ἐκ διαδοχῆς καὶ ἡμεῖς παρελήφαμεν μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ημῶν διδασκαλίᾳ.

ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι᾿ ὀλίγων εἰρημένα οὐκ ἠτόνησα καὶ τὸ τῆς συντομίας προέγραψα ἅμα τε τὸ προκείμενον ἀποκρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν Τε ὡς καλὴ γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων τυχοῦσα τὸν δι᾿ αὐτῶν καρπὸν ἀναδείξῃς.

Πρὸς Φλώραν ἐπληρώθη.

8. Τίς δὲ τούτων τῶν ῥημάτων καὶ τῆς τοῦ γόητος τούτου καὶ [τῆς] τῶν σὺν αὐτῷ ἀνέξεται φρενοβλαβείας, Πτολεμαίου δέ φημι καὶ [*](1 vgl. IKor. 8, 6 — 19f vgl. Matth. 13, 8f V M) [*](1 ἀγέννητος am Rande nachgetragen Vcorr 3 πεφυκὼς + >? * 5 πολυσδὴς M 7 hinter προήγαγεν vermuten Stieren u. Harnack eine ücke, Stieren änzt >; aber τούτου muß sich, wie das Vorhergehende, als auch das folgende αὐτὸς schlechthin fordert, auf den δημιουργὸς beziehen. Die διττὴ δύναμις, die er hervorbringt, ist die zwischen Licht u. Finsternis geteilte d. h. die μεσότης; vgl. S. 456, 21 u. 457, 11 8 τοῦτο am Rande nachgetragen Vcorr 9 <ἁπλῆς> *, vgl. Z. 6] μιᾶς Harnack 10 Pet.] τοῦ VM 11 <ἡ> Dind. 14 τούτων Stieren] τούτου V M 17 ἐφθόνησα Pet. (Verschlechterung) 18 τε *] μὲν VM | ἀποχρόντως Μ 20 τὸν] τῶν Μ 24 τῆς] * | φρενοβλαβίας aus φραινοβλαβείας Vcorr φρενοβλαβίας M | δέ *] τε V M)

458
τῶν ἀμφ’ αὐτόν, εἰς τοσοῦτον κυκώντων καὶ καττυόντων πλά- σματα;

οὕτε γὰρ τῶν παλαιῶν τραγῳδοποιῶν τις οὔτε οἱ καθεξῆς μιμηλοὶ τὸν τρόπον, οἱ περὶ Φιλιστίωνα λέγω καὶ Διογένη τὸν τὰ ἄπιστα γράψαντα ἥ οἱ ἄλλοι πάντες οἱ τοὺς μύθους ἀναγεγραφότες καὶ ῥαψῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι,