Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Οὕτως γοῦν καὶ αὐτὸς ὁ τοῦ θεοῦ εἶναι νόμος ὁμολογούμενος εἰς τρία διαιρεῖται, εἴς τε τὸ πληρούμενον ἀπὸ τοῦ σωτῆρος (τὸ γάρ »οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις« ἐν τῷ μηδ᾿ ὀργισθῆναι μηδὲ ἐπιθυμῆσαι μηδὲ ὀμόσαι περιείληπται)·

διαιρεῖται δὲ καὶ εἰς τὸ ἀναιρόυ μενον τελείως. τὸ γάρ »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος« συμπεπλεγμένον τῇ ἀδικίᾳ καὶ αὐτὸ ἔργον τῆς ἀδικίας ἔχον, ἀνῃρέθη ὑπὸ τοῦ σωτῆρος διὰ τῶν ἐναντίων.

τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά· »ἐγὼ γὰρ λέγω ὐμῖν μὴ ἀντιστῆναι ὅλως τῷ πονηρῷ, ἀλλὰ ἐάν τῖς σε [*](22 IKor. 5, 7 — 26 Matth. 5, 21ff — 29 Matth. 5, 38 — 32 Matth. 5, 39 V M) [*](2 διαφερόντων Pet.] διαφερόντως V M | τὰ] τὸ Μ 5 <τὸ> * 6 ἀνελή|||φθη, μ getilgt Vcorr 12 <δὲ> * 14 σωματικὴν + νηστείαν (also das Wort zweimal) Μ 19 <εἰς> Pet. 24 vor ζύμης + τῆς Μ | δὲ Dind. Öh.] τε VM 25 οὕτως Grabe] οὗτος VM 26 τε hineingeflickt Vcorr)

456
ῥαπίσῃ, στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα«.

διαιρεῖται δὲ καὶ εἰς τὸ μετατεθὲν καὶ ἐναλλαγὲν ἀπὸ τοῦ σωματικοῦ ἐπὶ τὸ πνευματικόν, τὸ συμβολικὸν τοῦτο <τὸ> κατ᾿ εἰκόνα τῶν διαφερόντων νενομοθετημένον.

αἱ γὰρ εἰκόνες καὶ τὰ σύμβολα παραστατικὰ ὄντα ἑτέρων πραγμάτων καλῶς [*](D 205) ἐγίνοντο μέχρι μὴ παρῆν ἡ ἀλήθεια· παρούσης δὲ τῆς ἀληθείας τὰ τῆς ἀληθείας δεῖ ποιεῖν, οὐ τὰ τῆς εἰκόνος.

ταῦτα δὲ καὶ οἰ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα καὶ τῶν ἀζύμων δείξας δι᾿ ἡμᾶς, τὸ δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, ἐπών »τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατηργῆσθαι«, τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, »ὁ μὲν νόμος« εἰπών »ἅγιος, καὶ ἡ ἀντολὴ ἁγία καὶ δικάία καὶ ἀγαθή«.

7. Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ διαιρόμενον.

περιλείπεται Τε ἡμῖν τίς ποτέ ἐστιν οὖτος ὁ θεὸς ὁ τὸν νόμον δέμενος. ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς ἀκήκοας.

εἰ γὰρ μήτε ὑπ᾿ αὐτοῦ τοῦ τελείου δεοῦ τέθειται οὖτος, ὡς ἐδιδάξαμεν, μήτε μὴν ὑπὸ ροῦ διαβόλου, ὅ μηδὲ δεμιτόν ἐστιν εἰπεῖν, ἔτερός τίς ἐστι παρὰ τούτους οὖτος ὁ δέμενος τὸς νόμον.

οὖτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδς τοῦ παντός ἐστι κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὤν παρὰ τὰς τούτων οὐσίας μέσος > τοὐτων καθεστώς, ἐνδίκως καὶ τὸ τῆς μεσότητος ὅνομα ἀποφέροιτο ἄν.

καὶ εἰ ὁ τέλειος δεὸς ἀγαθός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ ἔστιν ἔνα γὰρ μόνον εἶναι ἀγαθὸν θεὸν τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο, ὅν αὐτὸς ἐφανέρωσεν), ἔστι δὲ καὶ ὁ τῆς τοῦ ἀντικει- μένου φύσεως κακός τε καὶ πονηρὸς ἐν ἀδικίᾳ χαρακτηριζόμενος, τούτων Τε οὖν μέσος καθεστὼς καὶ μήτε ἀγαθὸς ὤν μήτε μὴν κακὸς μήτε ἄδικος, ἰδίως Τε λεχθείη ἄν δίκαιος, τῆς κατ’ αὐτὸν δικαιοσύνης ὤν βραβευτής.

καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου δεοῦ καὶ τῆς ἐκείνου δικαιοσύνης ἐλάττων οὖτος ὁ δεός, ἅτε δὴ καὶ γεννητὸς ὤν καὶ οὐκ ἀγέννητος εἶς [*](9 Ephes. 2, 15 — 10 öm. 7, 12 — 23 vgl. Matth. 19, 17 V M) [*](1 σιαγῶνα M | διαιρεῖται *] ἀλληγορεῖται VM 3 > Harnack 5 ἡ angeflickt Vcorr 6 σεῖ aus δὴ Veorr 7 τὸ μὲν Oporinus] τὸν μὲν VM | εἴ πο|||μεν, ο aus ω Vcorr 10 rj hineingeflickt Vcorr 13 παρεισδύσαν V 14 ἡμῖν + >? * + <τὸ> ül. | ποτέ ἐστιν nachgetragen Vcorr | ο aus ω Vcorr 20 > * 25 φύσεως] δυνάμεως, aber am Rande ür φύσεως Vcorr 26 δὲ] δὴ Hilgenfeld 27 γε *] τε VM)

457
γάρ ἐστιν ἀγέννητος ὁ πατήρ, ἐξ οὖ τὰ πάντα, ἱδίως τῶν πάντων ἠρτη- μένων απ᾿ αὐτοῦ), μείζων δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου γενήσεται καὶ ἑτέρας οὐσίας τε καὶ φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν.

τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία φθορά τε καὶ σκότος ὑλικὸς γὰρ οὖτος καὶ πολυσχικής), τοῦ δὲ πατρὸς τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οἠσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ κρείττονός ἐστιν εἰκών.

μηδέ σε τανῦν τοῦτο θορυβείτω, δέλουσαν μαθεῖν πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων, <ἁπλῆς> οὔσης τε καὶ μένης ἡμῖν καὶ πεπιστευμένης, τῆς ἀγεννήτου καὶ αφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὖται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ <ἡ> τῆς ἀνομοούσιοι αὖται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ προφέρειν.