Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, φωρατῆς οὔσης τῆς κατ᾿ αὐτοὺς ὑποθέσεως καὶ τοῦ κατ᾿ αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἄπατασθαι κενοῖς μύθοις;

ἀλλὰ ταῦτά μοι περὶ τούτων εἰρή- σθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἐξῆς >, > ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων μοχθη- ρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ δυνάμει διασώσν διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας.

ὡς μύαγρον <οὑν> ταύτην τὴν ἔχιδναν, τὴν πολλαῖς ἐχίσναις ἐχίδναις ἐοικυῖαν τῷ ὑποδήματι τοῦ εὐαγγελίου καταπατήσαντες τὰς εξῆς διασκοπήσωμεν.

[*](V M lat. Hipp, (bis Z. 7))[*](1 — 3 ἵνα τελείων — σοφισταὶ < Hipp. 3 ὡ ληρολόγοι σοφισταὶ] ο sopkistae nituperabile et non leri lat.; darnacli enthielt der griech. Text eine Anspielung auf Β 235; ob Irenaeus sich in einem Vers versucht hat, bleibt fraglich 3f πολλαὶ δὲ περὶ αὐτοῦ τοῦ Βυθοῦ καὶ διάφοροι γνῶμαι Hipp. 4 γὰρ < Hipp. | μήτε θήλειαν auf Rasur Vcorr μήτε θῆλυν Hipp. 5f μήτε ὅλοις — περιάπτοντες < Hipp. 6 φύσιν auf Rasur Vcorr genesin lat.; lies γένος * | περιάπτοντες] donant lat. 6f Σιγὴν — πρώτη συζυγία] ἄλλοι δὲ τὴν Σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι καὶ εἰναι ταύτην πρώτην συζυγίαν Hipp. 12 κατ’ αὐτῶν *] κατ’ αὐτοὺς VM 15 > > * 11 τε καὶ ἐλέγχ·ων ἐμ nachgetragen Vcorr 19 ὡς auf Rasur Vcorr | > * | ταύτην auf Rasur, hinter ἔχιδναν ein ταύτην ausradiert Vcorr 21 Unterschrift κατὰ Σεκουνδιανῶν, οἶς συνάπτεται Ἐπιφανὴς καὶ Ἰσίδωρος VM)
448

Τοὺς περὶ Μεκῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσιδώρου τὴν πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολεμαῖος διαδέχεται τῆς μὲν αὐτῆς τῶν καλουψενων Γνωστικῶν ὑπάρχων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντἱνον <εἷς ὢν> σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι. Πτολεμαῖοι καλούμενοι.

Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαιτοῦ διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθήκης τινὸς ὑπερβολὰς ἐξευρών.

δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ᾿ αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ ἐχαρίσατο· ταύτας δὲ καὶ διαθέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα.

καὶ τὴν μὲν Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη <τι> προβαλεῖν, εἶτα, φησίν, ἠθέλησεν.

διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνάμεων (δυνάμεις γὰρ αὐτὰς πάλιν καλεῖ), τῆς Ἐννοίας καὶ τῆς Θελήσεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβλὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο.