Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τρία γὰρ τάγματα βούλονται εἰναι ἀνθρώπων, πνευματικῶν ψυχικῶν σαρκικῶν, τὸ δὲ τάγμα τὸ πνευματικὸν ἑαυτοῦς λέγουσιν, ὥσπερ καὶ γνωστικούς , καὶ μήτε καμάτου ἐπιδεομένους ἢ μόνον τῆς γνώσεως καὶ τῶν ἐπιρρημάτων τῶν αὐτῶν μυστηρίων. πᾶν δὲ ὁτιοῦν ποιεῖν ἀδεῶς ἕκαστον αὐτῶν καὶ μηδὲν πεφροντικέναι · ἐξ ἅπαντος γάρ φασι σωθήσεσθαι πνευματικὸν ὂν τὸ αὐτῶν τάγμα.

τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ ψυχικὸν καλοῦσιν, ἐφ’ ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον , εἰ μή τι ἂν καμάτῳ καὶ δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχεσθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ τάγματος ὁρμώμενος, ἀπόλλυσθαι δὲ ἅμα σὺν] ψυχῇ καὶ σώματι.

τὸ δὲ ἑαυτῶν τάγμα πνευματικὸν ὂν σῷζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι. ὅπερ αὐτοὶ σῶμα πνευματικὸν καλοῦσι φανταζόμενοι.

τοὺς δὲ ψυχικοὺς κεκμη- [*](2ff vgl. Irenaeus adv. haer. I 6, 1ff; I 53ff Harvey πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι . . . ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ οἱ δι᾿ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι . . . . . διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται· ἄλλως γὰρ ἀδύνατον σωθῆναι. αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν . . , οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν . . . διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν I 7, 5; I 64f ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν . . καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται, ἐν τῷ τῆς Μεσότητος τόπω ἀναπαύεσθαι — 21 ff ßverständnis von Irenaeus adv. haer. I 7, 5 ; I 65ff Harvey τὰ δὲ πνευματικά, ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς ἐνθάδε καὶ ἐκτραφέντα διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος V M) [*](4 * etwa εἶναι Ε; * | vor οἱ ψυχικοὶ + καὶ M | ὑλικούς + τε M 15 ἀφ’ aus ἐφ’ Vcorr 16 ἑαυτὸ U] ἑαυτῶ VM 17 χωρεῖν angeflickt Veorr 19 σὺν] *)

398
κότας πολὺ καὶ ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ οὐσιν, οὐδέν τι τῶν σωμάτων ἀνακομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας.

8. Τοιαύτη ἐστὶν ἡ κατ’ αὐτοὺς τραγῳδία, ἔχουσα μὲν καὶ πλείω τούτων· ἐγὼ δὲ μόνον ἅτινα φύσει ἀναγκαῖον εἶναι ἡγησάμην εἰς τοὐμφανὲς ἐλθεῖν, ταῦθ᾿ ὑπηγόρευσα, ὡς ἡ εἰς ἡμᾶς † γνῶσις ἦλθεν·

τὸ πόθεν τε ὡρμᾶτο ἐν ποίοις δὲ καιροῖς ὑπῆρχεν καὶ ἀπὸ ποίων τὰς προφάσεις εἴληφεν καὶ τίς αὐτοῦ ἡ διδασκαλία, ἅμα τε τίσιν ἐβλάστησε τῷ βίω̣ κακόν , ἀπὸ μέρους τε, ὡς ἔφην, τῆς τούτου διδασκαλίας ἐμνημόνευσα.

τὰ δὲ λοιπὰ τῆς αὐτοῦ λεπτολογίας οὐκ ἐβουλήθην ἀπ᾿ ἐμαυτοῦ συντάξαι, εὑρὼν παρὰ τῷ ἁγιωτάτῳ Εἰρηναίῳ ναίῳ τῷ ἀρχαίῳ τὴν κατ᾿ αὐτοῦ πραγματείαν γεγενημένην. ἕως δὲ ἐνταῦθα τὰ ὀγλίγα ταῦτα διεξελθών, τὰ ἐξῆς ἀπὸ τῶν τοῦ προειρημένου ἀνδρός, δούλου θεοῦ, Εἰρηναίου δὲ φημι, τὴν παράθεσιν ὁλοσχερῶς ποιήσομαι. ἔχει δὲ οὕτως·

<ΕΚ> ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ

Ἐπεὶ τὴν ἀλήθειαν παραπεμπόμενοί τινες ἐπεισάγοθσι λόγους ψευδεῖς καὶ »γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις μᾶλλον παρέχουσι«, καθὼς [*](ἀξιωθέντα νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ σωτῆρος ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αἰτῶν ἐν Μεσότητι κατ᾿ ἀνάγκην μετὰ τοῦ δημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές. καἰ αὐτὰς μὲν τὰς ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσι ἅς μὲν φύσει ἀγαθὰς ἅς δὲ φύσει πονηράς. καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦ σπέρματος γινομένας, τὰς δὲ φύσει πονηρὰς μηδέποτε ἄν ἐπιδέξασθαι ἐκεῖνο το σπερμα 20 T Tim. 14 V M von 19ff an Irenaeus adv. haer. I; I 1ff Harvey (= lat,); als Nebenzeugen Tertullian adv. Valent. u. Hippolvt refut. VJ 29ff. — Die lateinische Übersetzung des Irenaeus geht auf eine griechische Handschrift zurück, die mit der von benutzten eine Anzahl von Verderbnissen teilt, also zur selben Familie gehört) [*](1 ὑπεραναβεβηκότας angeflickt Vcorr | δίδοσθαι V 2f ἀνακομιζομένους, ἀνα getilgt u. ους zu οις verändert Vcorr 5 τοῦ < M 8 † lies wohl ἐλθοῦσα γνῶσις <περιεῖχεν> * 9 τὸ] τοῦ V | τε] δὲ V 13 παρὰ + τὰ M 14 κατ’ hineingeflickt Vcorr 15 ἐνταῦθα getilgt, τούτου über geschrieben Vcorr | τὰ1 < M 17 ἔχει δὲ οὕτως angesetzt 18 <Ἐκ> Ausgg. 19 ἐπὶ M 20 καὶ <)

399
ὁ ἀπόστολός φησιν »ἤ οἰκοδομὴν θεοῦ τὴν ἐν πίστει« , καὶ διὰ τῆς πανούργως συγκεκροτημένης πιθανότητος παράγουσι τὸν νοῦν τῶν ἀπειροτέρων καὶ αἰχμαλωτίζουσιν αὐτούς, ῥᾳδιουργοῦντες τὰ λόγια τοῦ κυρίου,

ἐξηγηταὶ κακοὶ τῶι καλῶς εἰρημένων γινόμενοι, καὶ πολλοὺς ἀνατρέπουσιν, ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος θεοῦ,

πιθανῶς μὲν ἐπαγόμενοι διὰ λόγων τέχηνς τοὺς ἀκεραίους εἰς τὸν τοῦ ζητεῖν τρόπον, ἀπιθάνως δὲ ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὴν γνώμην αὐτῶν κατασκευάςειν εἰς τὸν δημιουργόν, Με ἔν τῷ διακρίνειν δυναμένων τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς | —

ἡ γὰρ πλάνη καθ’ ἑαυτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος, πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη καὶ αὐτῆς τῆς ἀληθείας * αληθεστέραν ἑαυτὴν παρέχει φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειρτέροις,

καθὼς ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην διελέγξαι τὴν πανούργως γενομένην · ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος Ε; δοκιμάσαι; — ἵνα οὖν μὴ Ε;

παρὰ τὴν ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὐπὸ λύκων, ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὕς φυλάσσειν παρήγγελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν Ε; λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ᾿ αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος τὴν γνώμην αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ,

τὰ τερατώδη καὶ βαθέα μυστή- [*](20ff vgl. Matth. 7, 15 V M lat. λ) [*](2 παρεισάγουσιν V εισ getilgt Vcorr 3 τοῦ < V 4 κακῶς, λ drüber Vcorr 5 ἀπάγοντες] attrahentes (= ἐπάγοντες) lat. | τοῦ τόδε] δὲ M 6 κεκοσμηκότος] ordinavit lat. 9 ἀπιθάνως] male lat. 10 μηδὲ] non lat. | ἔν τῳ *] ἐν τῶ VM < lat. 11 πλάνη aus ἡδονὴ Vcorr V 13 * ridiculum est et dicere (= γελοῖον τὸ καὶ εἰπεῖν) lat. 14 φαίνεσθαι] ut dcciptat lat. 16 καὶ < > lat. 16 f παρωμοιωμένη? nach, lat. ül. 17 σθένων] ἰσχύων M | τέχνη M 18 δὲ] enim lat. | vor χαλκὸς + ὁ V 19 ἀκέραιος Ε; Ausgg.] < > V M, ἀκεραίως(!) < > ὢν am Vcorr rudis cum sit lat. | ἵν’ M | <καὶ> Ausgg.] et lat. 21 ει aus ι Vcorr | δορᾶς, ο aus ω V | ἐπιβουλὴν V 22 <ἡμῖν> *] lat. 24 συμβάλλων M)

400
ὅπως καὶ σὺ μαθὼν αὐτὰ πᾶσι τοῖς μετὰ σοῦ φανερὰ ποιήσῃς καὶ παραινέσῃς αὐτοῖς φυλάξασθαι τὸν βυθόν τῆς ἀνοίας καὶ τῆς εἰς τὸν θεὸν βλασφημίας.

καὶ καθὼς δύνμις ἡμῖν, τὴν τε γνώμην αὐτῶν τῶν νῦν παραδιδασκόντων λέγω δῆ τῶν περὶ Πτολεμαῖον), ἀπάνθισμα οὖσαν τῆς Οὐαλεντίνου σχολῆς, συντόμως καὶ σαφῶς ἀπαγγελοῦμεν καὶ ἀφορμὰς <ἄλλοις> δώσομέν κατὰ τὴν ἡμετέραν μετριότητα πρὸς τὸ ἀνατρέπειν αὐτήν, ἀλλόκοτα καὶ ἀσύστατα καὶ ἀνάρμοστα τῇ ἀληθείᾳ ἐπιδεικνύντες τὰ ὑπ᾿ αὐτῶν λεγόμενα, μήτε συγγράφειν εἰθισμένοι μήτε λόγων τεχνην ἡσκηκότες,

ἀγάπης Τε ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι [*](D149) τὰ μέχρι με) νῦν κεκρυμμένα, ἤδη δὲ κατὰ τὴν χάριν τοῦ θεοῦ εἰς φανερὸν ἐληλυθότα διδάγματα. »οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὅ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὅ οὐ γνωσθήσεται«.