Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Οὐκ ἐπιζητησεις δὲ παρ᾿ ἡμῶν, τῶν ἐν Κελτοῖς διατριβόντων καὶ περὶ βάρβαρον διάλεκτον τὸ πλεῖστον ἐσχολουμένων, λόγων τέχνην ἥν οὐκ ἐμάθομεν οὔτε δύναμιν συγγραφέως ἥν οὐκ ἠσκήσαμεν οὔτε καλλωπισμὸν λέξεων οὔτε πιθανότητα ἥν οὐκ οἴδαμεν, ἀλλὰ ἁπλῶ;

καὶ ἀληθῶς καὶ ἱδιωτικῶς τὰ μετὰ ἀγάπης σοὶ γραφέντα μετὰ ἀγάπης σὺ προσδέξῃ καὶ αὐτὸς αὐξήσεις αὐτὰ παρὰ σεαυτῷ ἄτε ἱκανώτερος ἡμῶν τυγχάνων), οἱονεὶ σπέρματα καὶ ἀρχὰς λαβὼν παρ᾿ ἡμῶν,

καὶ ἐν τῷ πλάτει σοῦ τοῦ νοῦ ἐπὶ πολὺ καρποφορήσεις τὰ δι᾿ ὀλίγων ὐφ᾿ ἡμῶν εἰρημένα καὶ δυνατῶς παραστήσεις τοῖς μετὰ σοῦ τὰ ἀσθενῶς ὑφ᾿ ἡμῶν ἀπηγγελμένα.

καὶ ὡς ἡμεῖς ἐφιλοτιμήθημεν, πάλαι ζητοῦντός σου μαθεῖν τὴν γνώμην αὐτῶν, μὴ μόνον σοὶ ποιῆσαι φανεράν, ἀλλὰ καὶ ἐφόδια δοῦναι πρὸς τὸ ἐπιδεικνύειν αὐτὴν ψευδῆ, οὕτως δὲ καὶ σὺ φιλοτίμως τοῖς λοιποῖς διακονήσεις, κατὰ τὴν χάριν τὴν ὑπὸ τοῦ κυρίου σοὶ διδομένην, εἰς τὸ μηκέτι παρασύρεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῆς ἐκείνων πιθανολογίας, οὔσης τοιαύτης.

[*](1 vgl. Matth. 19, 11 — 12 Matth. 10, 26 T M lat.)[*](1 ἐξεπτύκασιν] hahent lat. 3 τὸν2 < > θεὸν Ausgg.] deiim lat. VM 5 vor ἀπάνθισμα + velut lat. 6 Ε; *] ahis lat. 7f ἀλλόκοτα καὶ < > lat. 8 καὶ ἀσύστατα < > V 9 εἰθισμένοι aus ἠθισμένοι Vcorr 10 σύ τε M 12 διδάγματα + ipsorum lat. 13 vor κρυπτὸν + nihil lat. 14 Κελτοῖς Ausgg.] Celtis lat. δελφοῖς V ἀδελφοῖς M 16 ἡσκήσαμεν] ἠκούσαμεν M 18 σοι γραφέντα] συγγραφέντα M | σὺ aus σοὶ T < > M 19 M 22 παραστήσης M 24 μὴ] ἢ M | φανερὰ V 25 οὕτω V | δὲ < > lat. | διακονήσης M 26 δεδομένην aus διδομένην Vcorr διδομένην)
401

Λέγουσιν γάρ τινα εἶναι ἐν ἀοράτοις καὶ ἀκατονομάστοις ὑψώμασι τέλειον Αἰῶνα προόντα· τοῦτον δὲ καὶ Προαρχὴν καὶ Προπάτορα καὶ Βυθὸν καλοῦσιν. ὑπάρχοντα δ᾿ αὐτὸν ἀχώρητον καὶ ὀόρατον, ἀίδόν τε χρόνων· συνυπάρχειν δ᾿ αὐτῷ καὶ Ἔννοιαν, ἥν δὴ καὶ Χάριν καὶ Σιγὴν δνομάζουσι.

καὶ ποτὲ ἐννοηθῆναι ἀφ᾿ ἑαυτοῦ προβαλέσθαι τὸν Βυθὸν τοῦτον ἀρχὴν τῶν πάντων, καὶ καθάπερ σπέρμα τὴν προβολὴν ταύτην, ἥν προβαλέσθαι ἐνενοήθη, καὶ] καταθέσθαι ὡς ἐν μήτρᾳ Ε; τῇ συνυπαρχούσῃ ἑαυτῷ Σιγῇ.

ταύτην δὲ ὑποδεξαμένην τὸ σπέρμα τοῦτο καὶ ἐγκύμονα γενομένην ἀποκυῆσαι Νοῦν, ὅμοιόν τε καὶ ἴσον τῷ προβαλόντι καὶ μόνον χωροῦντα τὸ μέγεθος τοῦ πατρός· τὸν δὲ Νοῦν τοῦτον καὶ Μονογενῆ καλοῦσι καὶ Πατέρα καὶ ἀρχὴν τῶν πάντων.

συμπροβεβλῆσθαι δὲ αὐτῷ Ἀλήθειαν καὶ εἶναι ταύτην πρώτην καὶ ἀρχέγονον Πυθαγορικὴν τετρακτύν, ἥν καὶ ῥίζαν τῶν πάντων καλοῦσιν. ἔστιv γὰρ Βυθὸς καὶ Σιγή, ἔπειτα Νοῦς καὶ Ἀλήθεια.

αἰσθόμενον δὲ τὸν Μονογενῆ τοῦτον ἐφ᾿ οἷς προεβλήθη, προβαλεῖν καὶ αὐτὸν Λόγον καὶ Ζωήν, πατέρα πάντων τῶι μετ’ αὐτὸν ἐσομένων καὶ ἀρχὴν καὶ μόρφωσιν παντὸς τοῦ Πληρώματος· ἐκ δὲ τοῦ Λόγου καὶ τῆς Ζωῆς προβεβλῆσθαι κατὰ συζυγίαν Ἄνθρωπον καὶ Ἐκκλησίαν.

καὶ εἶναι ταύτην ἀρχέγονον Ὀγδοάδα, ρίζαν καὶ ὑπόστασιν τῶν πάντων, τέτρασιν ὀνόμασι παρ᾿ αὐτοῖς καλουμένην, Βυθῷ καὶ Νῷ καὶ Λόγῳ καὶ Ἀνθρώπῳ. εἶναι γὰρ αὐτῶν ἕκαστον ἀρρενόθηλυν, οὕτως· πρῶτον τὸν Προπάτορα ἡνῶσθαι κατὰ συζυγίαν τῇ ἑαυτοῦ Ἐννοίᾳ, τὸν δὲ Μονογενῆ τουτέστιν τὸν Νοῦν τῇ Ἀληθείᾳ, τὸν δὲ Λόγον τῇ Ζωῇ καὶ τὸν Ἄνθρωπον τῇ Ἐκκλησίᾳ.

[*](V M lat. (dazu von Z. 1ff an Tertullian u. Hippolyt) 1 γὰρ < > lat. | ἀκατονομάστοις, ο aus ω Vcorr ἀκατ(ονομάστοις M 2 V 3 ὑπάρχοντα δ’ αὐτὸν ἀχώρητον καὶ ἀόρατον] esse aiitem illum invisibilem et quem nulla res capere possit. Cum autem a nullo eaperetur et esset invisibilis lat. (wohl Doppelschreibung) 4 ἀγέννητον] ingeiiitus lat. innatum Tert. 5 χρόνοις M < lat.; χρόνων]? ül. 6 προβαλλέσθαι, erstes λ getilgt Vcorr 7 τοῦτον Ausgg.] τούτων VM hunc lat. 8 ἣν < lat. | καὶ] *; das et in lat. ist keine Bestätigung dieses καί, sondern hängt mit der Weglassung von 8f 〈ἐν > τῇ συνυπαρχούσῃ ἑαυτῷ Σιγῇ] eius qae cum eo erat Sige lat. in Sigae suae velut in genitalibus vulvae locis Tert. 10 προβάλλοντι erstes λ getilgt Vcorr qui emiserat lat. 13 πρῶτον V 15 δὲ *] τε VM autem lat. 17 τῶν] τὸν V | καὶ2 hineingeflickt Vcorr 18 δὲ] δὴ V | vor προβεβλῆσθαι ein τοῦ getilgt Vcorr 20 καλουμένων V 21 Bython et Nun et Logon et Anthropon lat. 22 τὸν Προπάτορα] Propatorem illum lat. 23 Ἐννοίᾳ + id est cogitationi, quam et Gratiam et Silentium vocant lat.)
402

Τούτους δὲ τοὺς Αἰῶνας εἰς δόξαν τοῦ Πατρὸς προβεβλημένους, βουληθέντας καὶ αὐτοὺς διὰ τοῦ ἰδίου δοξάσαι τὸν Πατέρα, προβαλεῖν προβολὰς ἐν συζυγίᾳ· τὸν μὲv Λόγον καὶ τὴν Ζωὴν μετὰ τὸ προβαλέσθαι τὸν ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, ἄλλους δέκα Αἰῶνας, ὧν τὰ ὀνόματα λέγουσι ταῦτα· Βύθιος καὶ Μῖξις, Ἀγήρατος καὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Ἡδονή, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία. οὗτοι Ε;

δέκα Αἰῶνες, οὕς φάσκουσιν ἐκ Λόγου καὶ Ζωῆς προβεβλῆσθαι. τὸν δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας Αἰῶνας δώδεκα, δς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία.

Οὗτοί εἰσιν οἱ τριάκοντα Αἰῶνες τῆς πλάνης αὐτῶν, οἱ σεσιγημένοι καὶ μὴ γινωσκόμενοι. τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατ᾿ αὐτοὺς Πλήρωμα, τριχῆ διεσταμένον εἰς ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα.

καὶ διὰ τοῦτο τὸν σωτῆρα λέγουσιν οὐδὲ γὰρ κύριον ὀνομάζειν αὐτὸν θέλουσι) τρ:ακοντα ι~ιζ·. κατα το φανερον μτ,οεν πεποιηκενα:. επ:οε:κνυντα το μυστήριον τούτων των Αιώνων, άλλα κα: επί τη;

παραβολής των είς τον ά;χπελώνα πεμπομένων εργατών φανερώτατα του; τριάκοντα τούτου; Αιώνας μεμηνϋσθ-αι. πέμποντα: γαρ οί μεν περί πρώτην ώραν. οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ ἑνδεκάτην· συντιθέμεναι οὖν αἰ προειρημέναι ὧραι εἰς αὑτὰς τὸv τῶν τριάκοντα ἀριθμὸν ἀναπληροῦσι. μία γὰρ καὶ τρεῖς καὶ ἕξ καὶ ἐννέα καὶ ἕνδεκα τριάκοντα γίνονται. διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνῦσθαι θέλουσι.

καὶ ταῦτ᾿ εἶναι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ ἀπόρρητα μυστίρια, ἃ καρποφοροῦσιν αὐτοί, καὶ εῖ πού τι τῶν ἐν πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι καὶ εἰκάσαι τῷ πλάσματι αὐτῶν.