Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

λέγουσι τοίνυν ὅτι ὁ δωδέ- κατος αἰὼν ὁ ἐν ὑστερήματι γενόμενος παντελῶς τοῦ ἀριθμοῦ τῶν δώδεκα ἐξέπεσεν καὶ ἀπόλλυται ὁ άριθμὸς ὸ δωδέκατος.

τοῦτο δέ φασι γεγενῆσθαι τῷ τὸν Ἰούδαν, ὄντα δωδέκατον, ἐκπεπτωκέναι καὶ οὕτω τὸν δωδέκατον άριθμὸν ήφανίσθαι· ὁμοίως δὲ καὶ περὶ τῆς αἱμορροούσης καὶ τῆς τὴν μίαν δραχμὴν ἀπὸ τῶν δέκα δραχμῶν ἀπολεσάσης.

δείκνυται δὲ ὅτι οὔτε ὁ δωδέκατος αἰὼν πρόσωπον τοῦ Ἱούδα ἔχειν δυνήσεται, ὡς τῷ ὰγιωτάτῳ Εἰρηναίῳ προείρηται, — Ἰούδας μὲν γὰρ παντελῶς ἀπόλωλεν, ὁ δωδέκατος δὲ λεγόμενος αἰὼν κατὰ τὸ αὐτῶν πλάσμα οὐκ ἐκενώθη· ἔστη γὰρ ἐνώπιον αὐτοῦ ὁ Μεταγωγεὺς ἢ ὁ Ὀροθέτης, φήσας πρὸς αὐτὸν Ἰαώ, ὡς αὐτοί φασι, καὶ οὕτως ἐστερεώθη, —

οὔτε ἡ δώδεκα ἔτεσιν αἱμορροοῦσα τῷ αὐτῶν δράματι ὁμοιωθήσεται· ἐσώθη γὰρ μετὰ δώδεκα ἔτη, ἐν οἶς τῷ αἵματι τῆς ῥύσεως ἐφέρετο. οὐ γὰρ ἐν τοῖς ἔώδεκα ἔτεσιν ἀπαθὴς διετέλει καὶ έν τῷ δωδεκάτῳ ἔρρευσεν, ἀλλὰ μᾶλλον έν τοῖς ἕνδεκα ἔρρει, τῷ δωδεκάτῳ δὲ σέσωσται, —

οὔτε ἡ τὰς δέκα δραχμὰς κε- κτημένη ἀπώλεσε τὴν μίαν εἰς τέλος, ἵνα ὁ αἰὼν τῆς ὕλης ἀπο- λωλὼς μυθεύηται παρ᾿ αὐτοῖς· ἠψεν γὰρ τὸν λύχνον καὶ ηὑρεν τὴν δραχμήν.

36. Ἐκ τοίνυν τῶν δύο λόγων τούτων ἢ τριῶν τὰ πάντα αὐτῶν εὐθὺς καταληφθήσεται καταληφθήσεται δραματουργήματα καὶ ἀδρανῆ καὶ ἔωλα τοῖς τῆς φρονήσεως υἱοῖς καὶ τέκνοις τοῖς] τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας.

ἵνα γὰρ μὴ κατὰ τῶν αὐτῶν [*](10ff vgl. oben S. 407, 12ff — 17ff vgl. oben S. 410, Sff V M) [*](1 ἄλλο] ἄλλου M 2 λαλούντων Μ 3 ἁγνεῖαι V 6 τῶν M 7 μέ|||λει, λ ausradiert Vcorr μέλλει Μ 9 Μ M 11 γεγενῆσθαι] lies σημαίνεσθαι oder) > vor τῷ* ἀπο|||λεσάσης, ο aus ω Vcorr 15 τοῦ < Μ 16 oben hineingeflickt V corr 18 Ἰαώτ YM | ὡς αὐτοὶ] ὡσαύτως V 22 ἔρρευσεν, ρ oben über V corr ἔρευσεν Μ 28 καταλειφθήσεται aus καταληφθήσεται V corr καταληφθήσεται M 29 τοῖς] * 30 μὴ + <ἀεὶ>)

438
φερόμενος εἰς μῆχος ἄπειρον ἐλάσω τὴν πραγματείαν, ἔως τῆς ἐν- ταῦθα ὑφηγήσεως ποιησάμενος τὴν ὑπόμνησιν καὶ ἐπιθεὶς πέρας τῇ

τοσαύτῃ αὐτῶν μοχθηρίᾳ ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, θεὸν ἐπικαλούμενος ὸδηγόν τε καὶ ἐπίκουρον τῆς ἡμῶν ἀσθενείας εἰς τὸ σωθῆναι ἀπὸ ταύτης καὶ τῶν προειρημένων αἱρέσεων καὶ τῶν μελλουσῶν άναδείκνυσθαι τοῖς τε φιλολόγοις καὶ βουλομένοις τὰ ἀκριβῆ εἰδέναι τῶν ἐν τῷ κόσμῳ κενοφωνιῶν τε καὶ ἀσυστάτων δεσμῶν.

εἰς πολλοὺς γὰρ οὺτος τὴν ὰαθτοῦ ὀνειροπολίαν ἐπισπείρας, Γνωστικὸν ἑαυτὸν καλέσας, πολλοὺς ὡς εἰπεῖν σκορπίους εἰς μίαν ἅλυσιν συνέδησεν, ὡς ἡ Παλαιὰ καὶ ἐναργὴς παραβολὴ ὑπάρχει. ὅτι ἅλυσίν τινα οἱ σκορπίοι ἀπὸ ἑνὸς εἰς τὸν ἕτερον δεσμοῦντες ἔως δέκα ἢ καὶ πλείους ἀπὸ στέγης ἢ δώματος ἑαυτοὺς χαλῶσι καὶ οὕτως μετὰ δόλου τὴν λύμην τοῖς ἀνθρώποις ἐργάζονται.

οὕτως καὶ οὑτος καὶ οἱ ἀπ᾿ αὐτοῦ καλούμενοι Γνωστικοὶ τῆς πλάνης ἀρχηγέται γεγόνασι καὶ παρ αὐτοῦ τὰς προφάσεις εἰληφότες ἕκαστος ὑφ’ ἑτέρου μαθητευθεὶς μετὰ τὸν διδάσκαλον προσθήκην τῆς πλάνης εἰργάσατο καὶ ἑτέραν αἵρεσιν εἰσηγήσατο, ἐχομένην τῆς προτέρας.

καὶ οὕτω κατὰ διαδοχὴν εἰς διαφόρους αἱρέσεις αὐτοὶ οἱ κληθέντες Γνωστικοὶ ἐμερίσθησαν· παρὰ Οὐαλεντίνου μέντοι ὡς ἕφην καὶ τῶν πρὸ αὐτοῦ τὰς προφάσεις εἰληφότες.

ὅμως αἱ προειρημέναι σὺν τῇ τούτου τοῦ Οὐαλεντίνου Οὐαλεντίνου τῇ τῆς ἀληθείας διδασκαλίᾳ καταπατηθεῖσαι ὑφ’ ἡμῶν παρείσθωσαν, [*](D 189) ἡμεῖς δὲ τὰς ἑξῆς ἐν τῇ τοῦ θεοῦ δυνάμει διασκοπήσωμεν.

[*](Ö386)