Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

32. Ἴδωμεν νῦν καὶ τὴν τούτων ἄστατον γνώμην, δύο που καὶ τριῶν ὄντων πῶς περὶ τῶν αὐτῶν οὐ τὰ | αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασιν καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται.

ὁ με) γὰρ πρῶτος ἀπὸ τῆς λεγομένης Γνωστικῆς αἱρέσεως τὰς ἀρχὰς εῖς ἵδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος οὕτως ἐξεφόρησεν, ὁρισάμενος εἶναι δυάδα <τὶνὰ>

ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄρρητον, τὸ δὲ Σιγήν· ἔπειτα ἐκ ταύτης τῆς δυάδος δευτεραν δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι ὀνομάζει, τὸ δὲ Ἀλήθειαν· ἐκ δὲ τῆς τετράδος ταύτης καρποφορεῖσθαι Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην Ὀγδοάδα πρώτην, καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι,

καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καἰ ὑστερήσασαν τὴν λοιπὴν πεποιῆσθαι.

Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεν<ν>ητοὺς Αἰῶνας ἀπὸ τοῦ Πατρός, ἔτερον δὲ τὸν ἀφορίζοντα αὐτῶν τὴν Μητέρα ἀπὸ τοῦ Πληρώματος.

καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν ἐν τῷ Πληρώματι Αἰώνων προβεβλῆσθαι ἀλλὰ ὑπὸ τῆς Μητρὸς ἔξω γενομένης κατὰ τὴν μνήμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος.

καὶ τοῦτον μέν, ἅτε ἄρρενα ὑπάρχοντα, ἀποκόψαντα ἀφ᾿ ἑαυτοῦ τὴν σκιὰν ἀναδραμεῖν εἰς τὸ Πλήρωμα, τὴν Μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως ἔτερον υἱὸν προενέγκασθαι, καὶ τοῦτον εἶναι τὸν Δημιουργόν, ὃν καὶ παντοκράτορα λέγει τῶν ὑποκειμένων. συμπροβεβλῆσθαι δὲ [*](V M lat. 1 <ἐν τῷ> Ausgg.] in eo lat. | τὸ||| V corr τὸν M 2 τριάκοντα Ausgg.] ἔνα VM triginta lat. | † ἀνήριθμον (ἀνήρυθμον M) φῦλον] innumerabiles lat.; alter Fehler für ἀνηρίθμων φύλων* 4 πάσης hineingeflickt V corr)

435
καὶ ἀριστερὸν ἄρχοντα ἐδογμάτισεν ὁμοίως τοῖς ῥηθησομένοις ὑφ᾿ ψευωνύμοις Γνωστικοῖς.

καὶ τὸν Ἰησοῦν > ποτὲ μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς Μητρὸς αὐτῶν συναναχυθέντος <τε> τοῖς ὅλοις φησι, τουτέστιν <ἀπὸ> τοῦ Θελητοῦ, ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστιν τοῦ Χριστοῦ, ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καἰ τῆς Ἐκκληοίας.

καἰ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς Ἀληθείας φησὶ προβεβλῆσθαι εἰς ἀνάκριστιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι᾿ οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς.

Πεπλήρωται τὰ Εἰρηναίου κατὰ τῶν Οὐαλεντίνων.