Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φῶς δὲ εἶπεν τῶν ἀνθρώπων τὴν Ζωὴν διὰ τὸ πεφωτίσθαι αὐτοὺς ὑπ᾿ αὐτῆς, ὅ δὴ ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει »πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν«. ἐπεὶ τοίνυν ἡ Ζωὴ ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, φῶς εἴρηται αὐτῶν.

σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων τά τε ἄλλα καὶ τὴν τετράδα τὴν δευτέραν· Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα.

διηγούμενος γὰρ περὶ τοῦ σωτῆρος καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ Πληρώματος δι᾿ αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ Πληρώματος.

καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον καὶ μὴ καταληφθὲν ὑπ᾿ αὐτῆς, ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη ὑπ᾿ αὐτῶν.

καὶ υἱὸν Τε καὶ ἀλήθειαν καὶ ζωὴν λέγει αὐτὸν καί »λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθα, φησί, καὶ ἦι ἡ δόξα αὐτοῦ οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ Πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καἰ ἀληθείας«.

λέγει Τε οὕτως »καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας«· ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα, Πατέρα εἰπὼν καὶ Χάριν καὶ [τὸν] Μονογενῆ καὶ Ἀλήθειαν.

οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρὸς τῶν ὅλων Αἰώνων Ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκληδσίαν.

28. Ὁρᾷς, ἀγαπητέ, τὴν μέθδον, ᾗ χρώμενοι φρεναπατῶσιν ἑαυτοὐς, ἐπηρεάζοντες ταῖς γραφαῖς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώ- [*](6 Ephes. 5, 13 — 11f vgl. Joh. 1, 5 — 16 Joh. 1, 14 — 18 Joh. 1, 14 V Μ lat.) [*](1 ἄνθρωπον + aufem lat. 2 τῷ Ἀνθρώπῳ < lat. | ὀνόματος] νοήματος M 3 συ///ζυγίας, ν ausradiert V corr | κοινωνίαν aus ὀνομασίαν Vcorr ὀνομασίαν M communionem lat. 4 γίνεται] generatur lat. 5 δὴ < lat. 7 ἡ Ζωὴ am Rande nachgetragen Vcorr < M 8 εἴρηται αὐτῶν Ausgg.] εἰρῆσθαι αὐτὸν VM dicta est eorum lat. 10 vor Ἄνθρωπον + καὶ V 11 λέγ(ον] docens lat. 12 καρπόν + quoque lat. | φησιν] dlccns lat. 12f παντὸς τοῦ πληρώματος] intra pleronia lat. 14 καταλειφθὲν V | ὑπ’ αὐτῆς] ab eis lat. 15 ἁρμό///σας, ο aus ω Vcorr | αὐτῆς V 21 καὶ1 < lat. 22 τὸν] * 26 ὁρᾷς + igitur lat. | ᾐ] οἱ, oben drüber ᾗ, aber οἱ nicht gestrichen Vcorr | φρεναπατοῦσιν, aus ῶ Vcorr 27 ἐπερεάζοντες Μ | τὰς γραφὰς aus ταῖς γραφαῖς Vcorr)

428
αὐτῶν κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας καὶ τὴv πονηρίαν τῆς πλάνης.

πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω Ὀγδοάδα μηνῦσαι, τὴν τάξιν ἄν τετηρήκει τῆς προβλῆς καὶ τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἄν τεθείκει τοῖς ὀνόμασι καὶ οὕτως ἐπεζεύχει τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἠ δειχθῇ τῆς Ὀγδοάδος, καὶ οὐκ ἄν μετὰ τοσοῦτον διάστημα ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς ἐπ’ ἐσχάτῳ τῆς πρώτης ἐμέμνητο τετράδος.

ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων καἰ τὸ τῆς Ἐκκλησίας οὐκ ἄν παρέλιπεν ὄνομα, ἀλλ᾿ ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἀρκέσθη ἀρρένων προσηγορίᾳ, ὀμοίως δυναμένων κἀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς, <ἢ> εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἄν μεμηνύκει σύζυγον καὶ οὐκ ἄν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα αὐτῆς.

Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως <αὐτῶν> παραποίησις. τοῦ γὰρ Ἰωάννουἕνα θεὸν παντοκράτορα καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος δι᾿ οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν θεοῦ *, τοῦτον μονογενῆ, τοῦτον ποιητήν, τοῦτον φῶς ἀληθινὸν φωτίζον πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητήν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα καὶ ἐσκηνωκότα ἐν ἡμῖν, —

οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν ὄν δὴ καὶ Ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ πληρώματος προβεβλημένον.