Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ οὕτως ἀγνοοῦντα διατετελεκέναι ἄχρι τῆς παρουσίας τοῦ Σωτῆρος· ἐλθόντος δε τοῦ Σωτῆρος μαθεῖν αὐτὸν παρ᾿ αὐτοῦ πάντα λέγουσιν καὶ ἄσμενον αὐτῷ προσχωρῆσαι χωρῆσαι μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ,

καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ εὐαγγελίῳ ἑκατόνταρχον, λέγοντα τῷ σωτῇρι »καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ τοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι«.

τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς Μητρὸς τόπον χωρήσει.

23. Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν, καθὼς ἐγένοντο Κάϊν Ἄβελ Σήθ, <ἵνα δείξωσι> καὶ ἐκ τούτων τὰς τρεῖς φύσεις, οὐκέτι καθ᾿ ἕνα ἀλλὰ κατὰ γένος.

καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται ἐν τῷ τῆς Μεσότητος τόπῳ ἀναπαύσεσθαι· ἐὰν δὲ τὰ χείρω, χωρήσειν καὶ αὐτὸ πρὸς τὰ ὅμοια.

τὰ δὲ πνευματικά, ἃ ἐγκατασπείρει ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα, διὰ τὸ νήπια ἐκπέμπεσθαι, ὕστερον τελειότητος ἀξιωθέντα νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ Σωτῆρος ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αὐτῶν κατ᾿ ἀνάγκην ἐν Μεσότητι μετὰ τοῦ Δημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές.

καὶ αὐτὰς μὲν τὰς ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσιν ἃς μὲν φύσει ἀγαθάς, ἃς δὲ φύσει πονηράς. καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦσπέρματος ματος γινομένας, τὰς δὲ φύσει πονηρὰς μηδέποτε ἂν ἐπιδέξασθαι ἐκεῖνο τὸ σπέρμα.

[*](6 Matth. 8, 9 Luk. 7, 8)[*](V Μ lat. (Tert., Ηipp.) )[*]( 2 χειρόνων Ausgg.] χεῖρῶν V M periorum lat 3 διατετελεκέναι] conservasse (διατετηρηκέναι) lat. | κυρίου(!)· ἐλθόντος δὲ τοῦ am Rande nachgetragen V corr < M salvatoris. cum venisset autem lat. 4 καὶ Rande nachgetragen V corr < M et lat. 4f προσχωρῆσαι *] προσχωρήσαντα V Μ cessisse lat. 8 αὐτὸν, ο aus ω V corr | τὴν κατὰ τὸν κόσμον οἰκονομίαν] eam quae secundum ipsum est mundi creationem. (= τὴν κατ᾿ αὐτὸν κόσμου οἰκ.) lat. 9 ἐπιμέλειαν] diligentiam atque curam lat. | vor καὶ + ἀλλὰ V 10 αὐτῷ < lat. 13 <ἵνα δείξωσι> *] ut ostendant lat. 14 ἓν aus ἕνα V corr 15 καὶ] vero lat. | τὰ] τε Μ 16 ἀναπαύ///εσθαι, σ ausradiert V corr 17 ἃ ἐγκατασπείρει (gleichfalls kein quae) lat. ἂν auf Rasur V corr ἐγκατασπείρει (ohme ἃ) Μ inseminat (gleichfalls kein quae) lat. 17f δικαίαις] propter quod et (διὸ καὶ αἱ) lat. 18 ἐνθάδε + quidem lat. | vor ἐκτραφέντα + semina lat. | τραφέντα Μ 18f ἐκπεπέμφθαι V emittantur lat. 20 δογματίζουσι] respondent lat. 22 μὲν] autem lat.)
422

24. Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὖσης, ἣν οὖτε προφῆται ἐκήρυξαν, οὐτε ὁ κὑριος ἐδίδαξεν οὔτε ἀπόστολοι παρέδωκαν, ἣν περισσοτέρως κὺχοῦσιν πλεῖον τῶν ἄλλων ἐγνωκέναι, ἐξ ἀγράφων ἀναγινώσκοντες καὶ τὸ δὴ λεγόμενον ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες,

ἀξιοπίστως προσαρμόξειν πειρῶνται τοῖς εἰρημένοις ἤτοι παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστολικούς, ἴνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον ειναι οοκῃ, τὴν μὲν τάξιν καὶ τὸν εἰρμὸν τῶν γραφῶν ὑπερβαίνοντες καὶ οσον ἐφ ἐαὐτοῖς λύοντες τὰ μέλη τῆς ἀληθείας.

μεταφέρουσι δὲ καὶ σήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν μετενέγκοι τὰς ψηφῖδας ἐκείνας καὶ μεθαρμόσοι καὶ ποιήσοι μορφὴν κυνὸς ἢ ἀλώπεκος καὶ ταύτην φαύλως κατεσκευασμένην,

ἔπειτα διορίξοιτο καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκονα τὴν καλήν, ἢν ὁ σοφὸς τεχνίτης κατεσκεύασεν, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου είς τὴν τοῦ βασιλέως εἰκόνα συντεθείσας, κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὑκ ἐχοντας καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐκείνη ἔστὶν ἡ καλὴ τοῦ βασιλέως εἰκών.

τὸν αὐτὸν δὴ τρόπον καὶ οὖτοι γραῶν μύθους συγκαττυσαντες, ἐπειτα βήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ ποθὲν αποσπῶντες, ἐφαρμόξειν βούλονται τοῖς μύθοις αὐτῶν τὰ λόγια τοῦ θεοῦ.