Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οἱ δὲ καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς κατακόρως δουλεύοντες, τὰ σαρκικὰ τοῖς σαρκικοῖς τὰ πνευματικὰ τοῖς πνευματικοῖς ἀποδέδοσθαι λέγουσιν.

καὶ οἱ μὲν αὐτῶν λάθρα τὰς διδασκομένας ὑπ' αὐτῶν τὴν διδαχὴν ταύτην γυναῖκας διφθείρουσιν, ὡς πολλάκις ὑπ' ἐνίων αὐτῶν ἐξαπατηθεῖσαι, ἔπειτα ἐπιστρέψασαι γυναῖκες εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ σὺν τῇ λοιπῇ

πλάνῃ καὶ τοῦτο ἐξωμολογήσαντο. οἱ δὲ καὶ κατὰ τὸ φανερὸν ἀπερυθριάσαντες, ὧν ἂν ἐρασθῶσι γυναικῶν, ταύτας ἀπ᾿ ἰδίας γαμετὰς ἡγήσαντο.

ἄλλοι δ᾿ αὖ πάλιν σεμνῶς κατ’ ἀρχάς, ὡς μετὰ ἀδελφῶν προσπιούμενοι συνοικεῖν, προϊόντος τοῦη χρόνου ἡυλέγχθησαν, ἐγκύμονος τῆς ἀδελφῆς ὑπὸ τοῦ ἀδελφοῦ γενηθείσης.

Καὶ ἄλλα δὲ πολλὰ μυσαρὰ κα ἄθεα πράσσοντες ἡμῶν μέν, διὰ τὸν φόβον τοῦ θεοῦ φυλασσομένων καὶ μέχρις ἐννοίας καὶ λόγου ἁμαρτεῖν, κατατρέχουσιν ὡς ἱδιωτῶν καὶ μηδὲν ἐπισταμένων, ἐαυτοὺς δὲ ὐπερυψοῦσι, τελείους ἀποκαλοῦντες καὶ σπέρματα ἐκλογῆς.

ἡμᾶς μὲν γὰρ ἐν χρὴσει τὴν χάριν λαμβάνειν λέγουσι, διὸ καὶ ἀφαιρεθήσεσθαι αὐτῆς. αὐτοὺς δὲ ἱδιόκτητον ἄνωθεν ἀπὸ τῆς ἀρρήτου καὶ ἀνονομάστου συζυγίας κατεληλυθυῖαν ἔχειν τὴν χάριν, καί διὰ τοῦτο προστεθήσεσθαι αὐτοῖς. διὸ καὶ ἐκ παντὸς τρόπου δεῖν αὐτοὺς ἀεὶ τὸ τῆς συζυγίας μελετᾶν μυστήριον.

καἰ τοῦτο πείθουσι τοὺς ἀνοήτους, αὐταῖς λέξεσι λέγοντες οὕτως. ὅς ἂν ἐν κόσμῳ γενόμενος γυναῖκα οὐκ ἐφίλησεν, ὥστε οὐτὴν κρατηθῆναι, οὐκ ἔστιν ἐξ ἀληθείας καὶ οὑ χωρήσει εἰς ἀλήθειαν. ὁ δὲ ἀπὸ κόσμου ὢν μὴ] κρατηθεὶς γυναικὶ οὑ χωρήσει εἰς ἀλήθειαν διὰ τὸ ἐν ἐπιθυμίᾳ κρατη- [*](V M lat. (Tert., Hipp.)) [*](1 τέρψιν] pro voluntate (voluptate?) lat. 2 μηδὲ] in nihilo quidem lat. Ι τῆς]* 2f τῶν θηριομάχων καὶ μονομαχίας x003C; lat. 3 ἐνίους αὐτῶν x003C; lat. 4 ταῖς nachgetragen x003C; 5 vor τὰ πνευματικὰ τι καὶ V 7 vor πολλάκις + multae lat. (wohl Zusatz, vgl. die Weglassung von ἐνίους u. ὑπ᾿ ἐνίων Ζ. u. 7 in lat.) Ι ὑπ’ ἐνίων αὐτῶν] ab m lat. 9 ἐξομολογήσαντο YM, in Y ver- bessert von späterer Hand 9f ἀπερυθριάσαντες] ne quidem erubescentes 10 γυναικῶν x003C; M | ἀποσπόντες M 11 ἰδίας x003C; M | ἡγήσαντο] feccrunt av πάλιν] x003C; lat. | vor σεμνῶς + valdc lat. 14 μυσαρὰ α auf Rasur μυσερὰ Μ | μὲν] δὲ M 15 ἐννοίας] mentibus nostris lat. | λόγου] 17 μὲν angeflickt V corr 003C; 19 ἀνο/// νομάστου, ο aus ω V corr ἀνωνομάστου Μ | σὴ ξυγίας, ν ausradiert V corr συγκαταλεληθυῖαν V 20 αὶ 2 lat. 21 συ ///ξυγίας, γίας, ν ausradiert Ycorr 23 αὐτὴν κρατηθῆναι] d conmngahir lat.; lies wohl αὐτῆς κρατηθῆναι* 24 μὴ] Ausgg.] x003C; lat. 25 κρατηθεὶς γυναικὶ] inixtus mulieri lat. (Verschlechterung; schlechterung; der Sinn ist: von einem Weibe überwältigt) 25 κρατηθῆναι] mixtus est lat.)

419
θῆναι γυναικός.

διὰ τοῦτο οὖν ἡμίν, οὓς ψυχικοὺς δνομάζουσι καὶ ἐκ κόσμου εἶναι λέγουσι, καὶ] ἀναγκαίαν εἶναι τὴν ἐγκράτειαν καἰ ἀγαθὴν πρᾶξιν, ἴνα δἰ αὐτῆς ἔλθωμεν εἰς τὸν τῆς Μεσότητος τόπον, αὐτοῖς δέ, πνευματικοῖς τε καὶ τελείοις καλουμένοις, μηδαμῶς. οὑ γὰρ πρᾶξις εἰς Πλήρωμα εἰσάγει, ἀλλὰ τὸ σπέρμα τὸ ἐκεῖθεν νήπιον μὲν ἐκπεμπόμενον, ἐνθάδε > τελειούμενον.

Ὅταν δὲ πᾶν τὸ σπέρμα τελειωθῇ, τὴν μὲν Ἀχαμὼθ τὴν Μητέρα αὐτῶν μεταστῆναι τοῦ τῆς Μεσότητος τόπου λέγουσι καὶ ἐντὸς Πληρώματος εἰσελθεῖν καὶ ἀπολαβεῖν τὸν νυμφίον αὐτῆς τὸν Σωτῆρα, τὸν ἐκ πάντων γεγονότα, ἴνα συζυγία γένηται τοῦ Σωτῆρος καὶ τῆς Σοφίας τῆς Άχαμώθ. καὶ τοῦτο εἶναι νυμφίον καὶ νύμφην, νυμφῶνα Τε τὸ πᾶν Πλήρωμα.

τοὺς δὲ πνευματικοὺς ἀποδυσαμένους τὰς ψυχὰς καὶ πνεύματα νοερὰ γενομένους, ἀκρατήτως καὶ ἀοράτως ἐντὸς Πληρώματος εἰσελθόντας, νύμφας ἀποδοθήσεσθαι τοῖς περὶ τὸν Σωτῆρα ἀγγέλοις.

τὸν δὲ Δημιουργὸν μεταβῆναι καὶ αὐτὸν εἰς τὸν τῆς Μητρὸς Σοφίας τόπον, τουτέστιν ἐν τῇ Μεσότητι. τάς τε τῶι δικαίων ψυχὰς ἀναπαύσεσθαι καὶ αὐτὰς ἐν τῷ τῆς Μεσότητος τόπῳ. μηδὲν γὰρ ψυχικὸν ἐντὸς Πληρώματος χωρεῖν.

τούτων δὲ γενομένων οὕτως τὸ ἐμφωλεῦον τῷ κόσμῳ πῦρ ἐκλάμψαν καὶ ἐξαφθὲν καὶ κατεργασάμενον πᾶσαν ὕλην συναναλωθήσεσθαι αὐτῇ καὶ εἰς τὸ μηκέτ' εἶναι χωρήσειν διδάσκουσι. τὸν δὲ Δημιουργὸν μηδὲν τούτων ἐγνωκέναι ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας.