Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τούτους δὲ τοὺς Αἰῶνας εἰς δόξαν τοῦ Πατρὸς προβεβλημένους, βουληθέντας καὶ αὐτοὺς διὰ τοῦ ἰδίου δοξάσαι τὸν Πατέρα, προβαλεῖν προβολὰς ἐν συζυγίᾳ· τὸν μὲv Λόγον καὶ τὴν Ζωὴν μετὰ τὸ προβαλέσθαι τὸν ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, ἄλλους δέκα Αἰῶνας, ὧν τὰ ὀνόματα λέγουσι ταῦτα· Βύθιος καὶ Μῖξις, Ἀγήρατος καὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Ἡδονή, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία. οὗτοι Ε;

δέκα Αἰῶνες, οὕς φάσκουσιν ἐκ Λόγου καὶ Ζωῆς προβεβλῆσθαι. τὸν δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας Αἰῶνας δώδεκα, δς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία.

Οὗτοί εἰσιν οἱ τριάκοντα Αἰῶνες τῆς πλάνης αὐτῶν, οἱ σεσιγημένοι καὶ μὴ γινωσκόμενοι. τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατ᾿ αὐτοὺς Πλήρωμα, τριχῆ διεσταμένον εἰς ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα.

καὶ διὰ τοῦτο τὸν σωτῆρα λέγουσιν οὐδὲ γὰρ κύριον ὀνομάζειν αὐτὸν θέλουσι) τρ:ακοντα ι~ιζ·. κατα το φανερον μτ,οεν πεποιηκενα:. επ:οε:κνυντα το μυστήριον τούτων των Αιώνων, άλλα κα: επί τη;

παραβολής των είς τον ά;χπελώνα πεμπομένων εργατών φανερώτατα του; τριάκοντα τούτου; Αιώνας μεμηνϋσθ-αι. πέμποντα: γαρ οί μεν περί πρώτην ώραν. οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ ἑνδεκάτην· συντιθέμεναι οὖν αἰ προειρημέναι ὧραι εἰς αὑτὰς τὸv τῶν τριάκοντα ἀριθμὸν ἀναπληροῦσι. μία γὰρ καὶ τρεῖς καὶ ἕξ καὶ ἐννέα καὶ ἕνδεκα τριάκοντα γίνονται. διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνῦσθαι θέλουσι.

καὶ ταῦτ᾿ εἶναι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ ἀπόρρητα μυστίρια, ἃ καρποφοροῦσιν αὐτοί, καὶ εῖ πού τι τῶν ἐν πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι καὶ εἰκάσαι τῷ πλάσματι αὐτῶν.