Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

11. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκισθθαι μδνῳ λέγουσι τῷ ἐξ αὐτοῦ γεγονότι Μονογενεῖ τουτέστιν τῷ Νῷ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ ἀκατάληπον ὑπάρχειν. μόνος Γε ὁ Νοῦς κατ᾿ αὐτοὺς ἐτέρπετο θεωρῶν τὸν Πατέρα καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν [*](17ff vgl. Matth. 20, 1ff V M lat. (Tert., Hipp.)) [*](2 προβάλλειν M 3 προβαλ///έσθαι, λ getilgt Vcorr 5 βύθιος aus βίθυος V corr βίθυος M 6 <οἱ> * 10 vor Ἐκκλησιαστικὸς + καὶ VM < 15 αὐτὸν ὀνομάζειν M IS φησι M 19f ὁ μὲν . . . ὁ δὲ . . . οἱ δὲ M 21 τὸν τῶν) τῶν τὸν M 23 γίνωνται M 25 ἐν πλήθει < > lat. 26 προσαρμόσαι] poterunt adapfare lat.; nach δυνηθείη ist wohl eine vor Epiph. n. lat. entstandene Lücke anzunemen, auszufüllen etwa nach S. 409 εἰς τοῦτο, Ε; *)

403
ἠγάλλετο.

καὶ διενοεῖτο καὶ τοῖς λοιποῖς Αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρός, ἡλίκος τε καὶ ὅσος ὑπῆρχεν, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος καὶ οὐ καταληπτὸς ἰδεῖν· κατέσχεν δὲ αὐτὸν ἡ Σιγὴ βουζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀναγαγεῖν.

καὶ οἱ μὲν λοιποὶ ὁμοίως Αἰῶνες ἡσυχῆ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν καὶ τὴν ἄναρχον ῥίζαν ἱστορῆσαι.

προήλατο δὲ ὁ πολὺ τελευταῖος καὶ νεώτατος τῆς δωδεκάδος τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβεβλημένης Αἰὼν τουτέστιν ἡ Σοφία καὶ ἔπαθε πάθος ἄνευ τῆς ἐπιπλοκῆς τοῦ Ε;ζύγου τοῦ Θελητοῦ, ὅ ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀληθειαν ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν παρατραπέντα, προφάσει μὲν ἀγάπης † τόλμης δὲ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ τῷ τελείῳ, καθὼς καὶ ὁ Νοῦς. τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός·

ἤθελε γάρ, ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν. ἔπειτα μὴ δυνηθέντα διὰ τὸ ἀδυνάτῳ ἐπιβαλεῖν πράγματι καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον διά τε τὸ μέγεθος τοῦ βάθους καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς καὶ τὴν πρὸς αὐτὸν στοργήν, ἐκτενόμενον ἀεὶ ἐπὶ τὸ πρόσθεν ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἄν καταπεπόσθαι καὶ ἀναλελύσθαι εἰς τὴν ὅλην οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀρρήτου μεγέθους φυλασσούσῃ τὰ ὅλα συνέτυχε δυνάμει.

ταύτην δὲ τὴν δύναμιν καὶ Ὅρον καλοῦσιν, ὑφ᾿ ἧς ἐπεσχῆσθαι καὶ ξστηρίχθαι καὶ μόγις ἐπιστρέψαντα εἰς ἑαυτὸν καὶ πεισθέντα , ὅτι ἀκατάληπτός ἐστιν 6 Πατήρ, ἀποθέσθαι τὴν προτέραν ἐνθύμησιν σὺν τῷ ἐπιγενομένῳ πάθει ἐκ τοῦ ἐκπλήκτου ἐκείνου θαύματος.