Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς [*](27 zu οὐρα vgl. haer. 9, 3, 6; S. 200, 13 V Μ) [*](2 δὲ] δὴ M 3 τὴν γυναῖκα] αὐτὴν V 8 ἄγουσι Μ 9 πλησιαίτερον, αι aus ε Vcorr πλησιεστέροις M 12 ἐφορκισμοὺς aus ἐπιορκισμοὺς Vcorr ἐπιορκισμοὺς Μ 14 ταῦτα am Rande nachgetragen Vcorr < Μ 14 πρεσβυτέρου σὺν Ἰωσήπου M 16 ταλανίας, σ oben über Vcorr | σησίν, ἡμεῖς Μ 17 ἀπολείας M 22 ἐξόντων, ι oben drüber Vcorr 24 ἀμυδρῶς Μ | hinter ἀσεβεστάτων M 26 † ἐπιτηδεύματα] ἐπιτηδεύματα getilgt, aber nicht ersetzt Vcorr; lies etwa σκεύη * 27 ἐπαμήσαντες κόνιν] αἷμα μί///ξαντες κόνιν V 28 δὲ <)

344
ἐκακουργήθη ταῦτα,καὶ παρετηροῦντο εἰ κατισχύσουοιν.

ὡς οὖν οὐ κατώχυσαν οἱ γόητες (διὰ γὰρ τῆς σφραγῖδος τοῦ Χριστοῦ καὶ πίστεως ἐβοηθήθη ἡ γυνή), ἔγνωσαν τὸν νεώτερον ἐν τρισὶ νιξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ μαχεσάμενον μενον τοῦ τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν.

τοῦτο τρίτον τῷ Ἰωοήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ σφραγὶς σταυροῦ, φαρμακείας οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι.

Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι »ἐγώ [*]() εἰμι Ἰησοῦς. ὃν οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίοτευε εἰς ἐμέ«. ὁ δὲ οὐδ᾿ οὕτως πεισθεὶς ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας αὐτῷ πιστεύειν καὶ ἰαθήσεσθαι ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν τῇ σκληραυχενίᾳ.

εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως ἀπηγορεύθη. ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν τούτων Ἰουδαίων τὸ παρ᾿ αὐτοῖς ἀεὶ μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε.

τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης ἐλθὼν εἰς τὸ οὖς αὐτοῦ ἀπήγγειλε λέγων ὅτι »πίστευε <εἰς> Ἰησοῦν, τὸν ἐσταυρωμἐνον ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος, υἱὸν θεοῦ προόντα καὶ ἐκ Μαρίας ὕστερον γεγεννημένον, Χριστὸν δὲ ὄντα θεοῦ καὶ ἐκ νεκρῶν ἀναστάντα, καὶ ὅτι αὐτὸς ἔρχεται κρῖναι ςῶντας καὶ νεκρούς«. ταῦτα ὁ αὐτὸς Ἰώσηπος ἐν τῇ ὑφηγήσει σαφῶς μοι ἀνήγγειλεν, ὡς φιλαλήθως ἔστιν εἰπεῖν.

ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς τὸ τοιοῦτον ἤκουσα, ἔτι ὄντος Ἰουδαίου διὰ τὸν τῶν Ἰουόαίων φόβον άνὰ μέσον δὲ Χριἔτι στιανῶν πολλόκις διατρίβοντος καὶ Χριστιανοὺς τιμῶντός τε καὶ ἀγαπῶντος, συνοδεύσαντός μοι ἐν τῇ ἐρήμῳ τῆς Βαιθὴλ Ἐφραῒμ ἐπὶ τὴν ὀρεινὴν ἀνερχομένῳ ἀπὸ τῆς Ἱεριχοῦς καὶ ἀντιβάλλοντι πρὸς αὐτὸν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ αὐτοῦ μὴ ἀντιλέγοντος.

θαυμάζοντος δέ μου καὶ ἐρωτῶντος τὴν αἰτίαν (ἦν γὰρ καὶ νομομαθὴς καὶ δυνάμενος ἀντιλέγειν), τίνος χάριν οὐκ ἀντιλέγει ἀλλὰ πείθεται περὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. ἀκούων τὰ τοσαῦτα ἀπεκάλυψέν μοι καὶ οὗτος, ὡς μέλλων τελευτᾶν ἤκουσε παρ᾿ αὐτῶν [*](9 f vgl. Act. 9, 5) [*](V M) [*](3 ἔγνωσαν + δὲ Μ | ἐν angeflickt V corr 8 ἤδη] ηδε, aber getilgt V 9 ἐν ὕπνοις] ἐνύπνιος M 10 οἱ σοὶ] οἱ σοῦ Μ 12f ἰαθήσεται M 13 ἀνέσφαλεν, η über α V corr ἀνέσφιλεν M | ἐνέμενεν] ἔμενέν ἐν M 16 αὐτοῖς] αὐτῶν V 17 πρεσβύτερος V 18 <εἰς> * 23 ἀπὸ ἄλλου] παλλου, ρα oben drüber V corr 29 θαυμάζοντι, ι aus ος V corr 31 Ἰησοῦ Χριστοῦ M)

345
εἰς ἀκοὴν ὠτίου ἐν ψιθυρισμῷ ὅτι »Ἰησοῦς Χριστὸς ὁ σταυρωθεὶς υἱὸς τοῦ θεοῦ μέλλει σε κρίνειν‘.

ἀλλὰ ταῦτά μοι περὶ τούτων καὶ κατὰ τοῦτον τὸν λόγον ἐνταῦθα μοι] ἐξ ἀληθινῆς ἀκοῆς παρακείσθω.