Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Ἔτι δὲ ὁ Ἰώσηπος ἐν νόσῳ ἦν καὶ ἀκούσας παρὰ τοῦ πρεσβύτου ὡς προεῖπον μετὰ τῶν ἄλλων ὅτι Ἰησοῦς Χριστός σε κρινεῖ, ἔτι ἐσκληρύνετο. ὁ δὲ κύριος πάλιν πρὸς αὐτὸν κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν δι᾿ ὁράματος ἐνυπνίου »ἰδού« φησίν »ἰῶμαί σε, ἀλλὰ ἀναστὰς πίστευε«. ἀναστὰς δὲ πάλιν ἀπὸ τῆς νόσου οὐκ ἐπίστευσεν.

ὑγιαίνοντι δὲ αὐτῷ φαίνεται ὁ κύριος πάλιν κατ’ ὄναρ, ἐγκαλῶν αὐτῷ δι᾿ ἣν αἰτίαν οὐκ ἐπίστευσεν. ἐπαγγέλλεται δὲ αὐτῷ λέγων ὁ κύριος ὅτι εἰς πληροφορίαν πίστεως εἴ τι βούλει ἐν ὀνόματί μου θεοσήμειον ἐργάσασθαι, ἐπικάλεσαί με κἀγὼ ποιήσω.

μαινόμενος δέ τις ἠν ἐν τῇ πόλει, ὃς γυμνὸς τὴν πόλιν περιῄει φημὶ δὲ ἐν Τιβεριάδι) καὶ πολλάκις ἐνδιδυσκόμενος τὴν ἐσθῆτα διερρήγνυεν, ὡς ἔθος τοῖς τοιούτοις.

ὁ οὐν Ἰώσηπος βουλόμενος ἐν πείρᾳ γενέσθαι τοῦ ὁράματος, διστάζων δὲ ἔτι αἰδοῖ κατείχετο. παραλαμβάνει γοῦν τοῦτον ἔνδον καὶ ἀποκλείσας τὴν θύραν ὕδωρ τε λαβὼν τὴν τὴν χεῖρα καὶ σφραγίσας τὸ ὕδωρ, ἐρράντισεν ἐπὶ τὸν ἐμμανῆ ἄνθρωπον φήσας »ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου τοῦ σταυρωθέντος ἔξελθε ἀπ αὐτοῦ τὸ δαιμόνιον καὶ ὑγιὴς γένηται«.

ὁ δὲ ἄνθρωπος ἀνακράξας μέγα καὶ χαμαὶ πεσών, ἀφρίσας πολλὰ καὶ σπαραχθεὶς ἔμεινεν πολλὴν ὥραν ἀκίνητος, Ἰώσηπος δὲ ὑπενόησε τὸν ἄνθρωπον τεθνάναι.

ὁ δὲ μετὰ ὤραν διατριψάμενος τὸ μέτωπον ἀνέστη καὶ ἀναστὰς καὶ θεασάμενος τὴν ἰδίαν γύμνωσιν ἑαυτὸν ἔκρυπτεν καὶ τὰς χεῖρας ἐπὶ τῇ

αἰσχύνῃ ἐπετίθει, μηκέτι φέρων ἰδεῖν τὴν ἰδίαν γύμνωσιν. ἱμάτιον δὲ παρ᾿ αὐτοῦ τοῦ Ἰωσήπου ἐξ ὡν εἶχεν ἐνδυθείς, εἰς κατάστασιν συνέσεως καὶ σωφρονισμοῦ ἐλθὼν τῷ τε ἀνδρὶ πολλὰ εὐχαριστήσας καὶ θεῷ, γνοὺς ὅτι δι᾿ αὐτοῦ ἔτυχε τῆς σωτηρίας, ἐν τῇ πόλει διεφήμιζε τὸν ἄνδρα, καὶ γνωστὸν ἐγένετο τοῖς ἐκεῖσε Ἰουδαίοις τοῦτο τὸ σημεῖον.

θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν τῇ πόλει λεγόντων Ἰώσηπος Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας καὶ εὑρὼν γεγραμμένον τὸ ὄνομα τοῦ θεοῦ καὶ ἀναγνούς, σημεῖα μεγάλα ἐργάζεται. ἦν δὲ ἀληθὲς τὸ ὑπ᾿ αὐτῶν λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπενόουν.

ἔτι δὲ [*](20 vgl. Act. 3, 6 — 21ff vgl. Mark. 9, 20. 26 — 32f vgl. üller, Im Namen Jesu S. 135ff V M) [*](3 μοι] * 5 νόσσω Μ 5f πρεσβυτέρου V 9 νόσσου Μ 13 με < 15 διερρήγνυεν, ρ drüber Vcorr 19 ἐρράντισεν, ρ über Vcorr ἐράντισεν 24 μέτωπον *, vgl. haer. 69, 59, 2] πρόσωπον V M 31 θρύλ//ὄς, λ ausradiert Vcorr)

346
ἐπέμενεν ὁ Ἰώσηπος σκληρυνόμενος τῇ καρδίᾳ. ἀλλὰ ὁ φιλάνθρωπος θεός, προφάσεις ἀεὶ ἐνεργῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθάς, ταύτας παρέχει τοῖς εἰς ζωὴν καταξιουμένοις ἀνθρώποις.