Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας.

τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ᾿ ἐκεῖνο καιροῦ ἐπόσκοπον πλησιόχωρον τῆς Τιβερι〈έ〉ων ὄντα καὶ ἐκομίσατο παρ’ αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως.

μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε τὸν ἐπίσκοπον λέγων »δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα«.

ὁ δὲ μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι᾿ ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν. αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων.

5. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ > διελέχθη. ἐκ στόματος γὰρ αὐτοῦ ἀκήκοα ταῦτα πάντα καὶ οὐκ ἀπὸ ἄλλου τινός, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περί που ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ ἢ καὶ πλειόνων.

παρ᾿ αὐτῷ γὰρ κατήχθην ἐν Σκυθοπόλει· μεταναστὰς γὰρ τῆς Τιβεριάδος καὶ κτήσεις ἐκεῖ ἐν Σκυθοπόλει διαφανεῖς ἐκτήσατο. ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ ὁ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας ἐπίσκοπος Βριγκέλλας πόλεως, ὡς ἐξωρίσθη ὑπὸ Κωνσταντίου διὰ τὴν πίστιν τῆς ὀρθοδοξίας, ἐξενίζετο καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ ἐκεῖσε γενόμενοι καὶ αὐτοὶ παρ᾿ αὐτῷ [*](3 vgl. Act. 34ff — 5ff vielleicht ist das Folgende ßt durch die Legende, die den älteren Gamaliel zum Christen machte; vgl. über sie Schürer, Gesch. d. üd. Volkes II4 430 A. 49 — 22 vgl. Hieronymus vir, ill. 96 Eusebius . . . Vercellensis episcopus, ob confessionem fidei a Gonsiantio principe (nach der Synode von Mailand 355) ScythopoUm, et inde Cappadociam relegatus u. den Brief des Eusebius selbst an die Gemeinde in Vercelli Migne 12, 949ff sowie den an Patrophilus von Skythopolis ebenda 950ff V Μ) [*](1 Γαμαλαλιὴ, λα getilgt Vcorr | παρ’ αὐτοὺς Μ | ἔσται M 2 οὕτως] οὓς M | τούτους, σ angeflickt Vcorr 4 ἐπηρείας, dazu am Rande ἐπιβουλῆς Vcorr Τιβερι<έ>ων *] Τιβερείων, ει aus ι Vcorr Τιβερέων Μ 7 αὐτοῦ < 8 αὐτὸν] τὸν ἐπίσκοπον M 12 νόσσου M 17 <τοῦτο> * 20 μεταστὰς 21 καὶ ausradiert V 23 Βαρκέλλας M | ὡς < V | ἐξο//ρισθεὶς aus hergestellt Vcorr 25 οἱ <)

340
κατήχθημεν.

συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ᾿ αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ᾿ αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν Χριστιανισμὸν | μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς D95 καὶ οὐκ ἀπὸ ἐνηχήσεως ἑτέρου τινός.

ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα μετατεθέντων *, οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου παρεθέμεθα.

ἠν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς καταξιωθεὶς γενέσθαι, ἀλλὰ καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων. ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος οὑτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί.