Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

29. Καὶ ὅτι μὲν εὐθὺς γεννηθεὶς θεὸς ἦν καὶ οὐ ψιλὸς ἄνθρωπος, οἱ μάγοι σαφῶς δείξουσι. μετὰ γὰρ δύο ἐτῶν χρόνον, ὡς ἔδειξαν τῷ Ἡρῴδῃ τὸν χρόνον τοῦ ἀστέρος »ἀπὸ διετοῦς καὶ κατωτέρω« ἐλθόντες εἰς Ἱερουσαλὴμ καὶ ἐρωτήσαντες οἱ αὐτοὶ μάγοι καὶ γνόντες ὅτι ἐν βηθλεὲμ ὁ Χριστὸς γεννᾶται, ἐξῆλθον πάλιν τοῦ ἀστέρος ὁδηγοῦντος αὐτοὺς καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς βηθλεέμ.

καὶ εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας καὶ πεσόντες [*](2 Gen. 15, 9 — 3 vgl. Gen. 15, 17 — 5 Gen. 15, 13 — 6ff vgl. haer. 8, 4, 1 S. 189, 10ff — 7 Gen. 17, 17 — 16 vgl. Rom. 2, 1 — 22 vgl. Matth. 2, 1ff — 23 Matth. 2, 16 — 25 vgl. Matth. 2, 4 — 27 vgl. Matth. 2, 11 V M) [*](1 πρεσβύτη Μ 1f εὐθὺς ὁ κύριος aus εὐθὺς τοῦ κυρίου λέγοντος Vcorr 2 κριὸν τριετίζοντα—δάμαλιν] δάμαλιν τριετίζουσαν Anast. Sin. 3 λαμπάδα Anast. Sin. 4 τὰ ἄλλα V < Anast. Sin. | φήσας — ἐπιτίμησιν] ἐπάγει ἐπιτίμησιν ὁ θεὸς λέγων Anast. Sin. 5 καὶ δουλώσουσιν αὐτὸ < Anast. Sin. vor δουλώσουσιν ein κατα am Rande zugesetzt Vcorr 6 αὐτῶ V M | τετρακόσια τριάκοντα Anast. Sin. 7 γενήσεται aus γεννηθήσεται Vcorr 9 αὐτῷ καὶ < Μ 11 μέχρι M 14 δὲ *] τε V M 10 ὦσιν *] ὄντες V M 18 ἔχων] ἑκὼν V 25 ὁ < V 26 αὐτοῖς)

373
προσεκύνησαν αὐτῷ καὶ προσήνεγκαν τὰ δῶρα.

εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ γεννηθείς, ἀλλὰ θεὸς καὶ οὐ μετὰ τριάκοντα ἴτη καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ παρθένου θεὸς καὶ ἄνθρωπος.

διὸ καὶ οἱ ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες »δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία« καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες »ἐγεννήθη ὑμῖν Χριστὸς κύριος σήμερον ἐν πόλει Δαυίδ«.

καὶ οὐ μόνον τοῦτο, ὠ ἠπατημένε Ἐβίων, δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται »καθήμενος ἀνὰ μέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς καὶ ζητῶν μετ’ αὐτῶν«, καὶ »ἐξεπλήττοντο ἐπὶ τῷ λόγω τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ«.

καὶ οὐχὶ μετὰ τὸ τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς ὅτι ὅτε ἠλθεν τὸ πνεῦμα εἰς αὐτὸν Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς ὡς προεῖπον, ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ.

ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος αὐτοῦ ἀνῆλθον φησὶν) οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἱερουσαλὴμ προσκυνῆσαι ἐν τῇ ἑορτῇ καὶ ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ καὶ ἐν τοῖς συγγενέσιν αὐτῶν καὶ οὐχ ηὕρισκον εἶχεν γὰρ ἡ Μαρία συγγένειαν)·

ἀνακάμψασα δὲ καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ »τί ἡμῖν ἐποίησας, τέκνον; ιδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε« ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν αὐτοῦ πατὴρ κατὰ φύσιν).

εἶτα ὁ κύριος πρὸς αὐτήν »τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;« σημαίνων ὅτι ὁ ναὸς εἰς ὄνομα θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη.