Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

28. Εἰ δὲ βούλονται οὑτοι λέγειν· πῶς οὐν Χριστὸς περιετμήθη, ἤδη μὲν οὖν, ὠ πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι᾿ ἣν αἰτίαν περιετμήθη.

περιετμήθη γὰρ διὰ πολλοὺς τρόπους. καὶ πρῶτον, ἵνα δείξῃ ἐν ἀληθείᾳ σάρκα ἑαυτὸν ἀνειληφέναι> , διὰ Μανιχαῖον καὶ τοὺς λέγοντας ἐν δοκήσει πεφηνέναι·

ἔπειτα, ἵνα δείξῃ ὡς οὐκ ἦν ὁμοούσιον τὸ σῶμα τῇ θεότητι, ὥς φησιν Ἀπολλινάριος, ἀλλ᾿ οὔτε ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος·

καὶ ἵνα βεβαιώσῃ ἣν πάλαι ἔδωκε περιτομὴν δικαίως ὑπηρετήσασαν ἕως τῆς αὐτοῦ παρουσίας καὶ διὰ τὸ μὴ ἔχειν τοὺς Ἰουδαίους ἀπολογίαν. εἰ γὰρ μὴ περιετμήθη, εἶχον λέγειν, οὐκ ἠδυνάμεθα Χριστὸν δέξασθαι ἐν ἀκροβυστίᾳ.

ἄλλως τε καὶ ἔδει αὐτὸν ἐντειλάμενον τῷ Ἀβραὰμ περιτμηθῆναι, σφραγῖδος ἕνεκα φαινομένης εἰς τύπον δὲ ἀληθινῆς καὶ ἀοράτου δοθείσης, ταύτην Χριστὸν περιτμηθέντα βεβαιῶσαι.

ἐγένετο γὰρ ἡ φαινομένη περιτομὴ ἕνεκεν δισταγμοῦ τοῦ Ἀβραάμ, ὅτε εἰπεν ὁ ἅγιος καὶ δίκαιος ὡς ἐν δισταγμῷ »εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννη- [*](23 Gen. 17, 17 V M —S. 372, 6 ürzt bei Anastasius Sin. quaest. 28; Migne 89, 556 C Lemma Τοῦ ἁγίου Ἐπιφανίου ἐκ τῶν Παναρίων) [*](1 ἦλθον V | Ἕλληνες + βουλόμενοι V | αὐτὸν θεάσασθαι V 2 Ἰωάννῃ getilgt, ür am Rande Ἀνδρέα Vcorr 3 Ἰωάννης getilgt, ür am Rande Ἀνδρέας Vcorr | Ἕλληνες < Μ 8 κατειληφυῖαν + καταμανθάνουσαν V (doppelte Lesart) καταμανθάνουσαν getilgt Vcorr 10 ὠ < V 12 ἀνειληφέναι U 14 Ἀπολινάριος, λ oben über Vcorr Ἀπολινάριος M 15 αὐτῶ V κατενηνοχέναι M | βαλεντῖνος Μ 16 δέδωκε Μ 19 ἄλλως τε am Rande nachgetragen Vcorr < M 21 Χριστὸν ausradiert, ür gesetzt νῦν —S. 372, 2 ἡ μὲν περιτομὴ διὰ τὴν παροικίαν δίδοται, ἡ δὲ παροικία διὰ τὸν δισταγμὸν τοῦ Ἀβραὰμ ὥρισται. Εἰπὼν γὰρ έν δισταγμῷ ὁ δίκαιος πρὸς τὸν θεόν· κατὰ τί γνώσομαι τοῦτο ὅτι κληρονομήσω τὴν γῆν ταύτην; φησὶ πρὸς αὐτὸν ὁ θεός κτε Anast. Sin. 23f γενήσεται aus γεννηθήσεται Vcorr)

372
θήσεται« καὶ εἰ Σάρρα ἡ πρεσβῦτις γεννήσει υἱόν., καὶ εὐθὺς τοῦ κυρίου λέγοντος »λάβε μοι κριὸν τριετίζοντα καὶ αἶγα καὶ δάμαλιν« καὶ τὰ ἑξῆς, καὶ περὶ τὴν τοῦ ἡλίου δύσιν, ὡς εἶδεν λαμπάδας πυρὸς καὶ κλίβανον καὶ τἄλλα,

φήσας αὐτῷ ὁ θεὸς κατὰ ἐπιτίμησιν πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ ἴτη τετρακόσια« ἀσφαλείας ἕνεκα διὰ τὸν δισταγμὸν δι᾿ ὃν εἶπεν »εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται«, ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον περιτομήν, ἴνα ὁρῶντες ὑπομιμνῄσκωνται καὶ δυσωπῶνται καὶ μὴ ἀρνῶνται αὐτόν.

καὶ διήρκεσεν ἄχρι Χριστοῦ τοῦτο, καὶ τούτου ἕνεκα καὶ αὐτὸς εὐδοκεῖ περιτμηθῆναι καὶ ἄνθρωπος γέγονεν ἐν ἀληθείᾳ, ἄνωθεν ἐλθὼν ἐκ πατρὸς θεὸς Λόγος καὶ οὐκ ἀποθέμενος τὴν θεότητα, ἀλλὰ σάρκα φορέσας ἐν ἀληθείᾳ·

τελείαν δὲ ἐνανθρώπησιν ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰοδαῖοι ὡς προεῖπον ἀναπολόγητοι ὠσιν καὶ Μανιχαῖοι καὶ ἄλλοι ἐλεγχθήσονται καὶ ἴνα περιτμηθεὶς εὐλόγως καταλύσῃ τὴν περιτομὴν καὶ ἄλλην μείζονα ὑποδείξῃ, οὐχ ὡς μὴ ἔχων καὶ ἑαυτῷ συνιστάμενος, ἀλλὰ ἔχων μὲν δεικνὺς δὲ ὅτι ταύτης οὐκέτι ἐστὶν χρεία, ἀλλὰ τῆς μείζονος.