Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ ἀσπίδων συγκλεισθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης τὴν δὲ ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερο μεμενηκέναι· μόνην <δὲ> καταλειφθεῖσαν καὶ εἰς πεῖναν Μοῦσαν ἀπὸ τῆς ἰδίας κέρκου ἀρξαμένην ἑαυτὴν καταβεβρωκέναι ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες.

οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων καὶ οἱ ἀμφ᾿ αὐτὸν προὔλαβον ἑαυτοὺς κατατέμνοντες καὶ ἀναιροῦντες ἀπ᾿ ἀρχῆς ἐκεῖνα ἐφ’ οἷς καὶ σεμνύνονται.

Χριστὸς γὰρ ἑαυτὸν οὐ περιέτεμεν, παιδίον γεννηθείς· δόξα δὲ τῷ ἐλεήμονι θεῶ, οτι ἑαυτὸν προέλαβεν ὁ Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογγήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ τοῦτο γενέσθαι.

εἰ μὲν γὰρ ἔλεγεν αὐτὸν θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον <περιτομὴν> ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα θεὸς ὢν συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν) παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. ὀπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη.

οὐ γὰρ ἑαυτὸν περιέ- [*](11ff vgl. haer. 22, 2,ff; S. 246, 19 ff V Μ) [*](2 > * | αυτοῖς, ἑ oben über Vcorr 3 ἀλλ’ Μ | θεοῦ1 in θείου ändert Vcorr 6 ἐγείρουσα aus ἐγείρειν Vcorr 8 τε) * | διαλύουσαι *] διαλύει V M 9 ἑαυτοῦ Μ 10 ἑαυτῶ1 M | βιβρῶσκον getilgt, ür am Rande κατεσθίον Vcorr | αὐτὸ nachgetragen Vcorr < M Ι ἑαυτῶν2 Μ 10f νεται ans γινόμενον Vcorr 12 δὲ?]? * 13 <δὲ> 15 καταβρωκέναι Μ 16 μο//δίως, ο aus ω V 20 γεννηθεὶς getilgt u. ür am Rande γὰρ ἦν Vcorr 23 ἄνωθεν θεὸν Μ 24 <περιτομὴν> *, vgl. Z. 28 25 τὴν περὶ < statt τὴν? * 26 δὲ oben hinein Vcorr 27 ἀπὸ *] ὑπὸ V M)

370
τέμεν, ἀλλὰ ὑπὸ ἀνθρώπων περιετμήθη. καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι καὶ οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ’ οἱ αὐτῶν γονεῖς. ἐκεῖνοι γὰρ ἀδαεῖς ὄντες νηπιάζουσιν ἀγνοοῦντες καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ἀπὸ τῶν γονέων γίνεται.

27. Ἡμεῖς δὲ καὶ θεὸν αὐτὸν λέγομεν ἀπ’ οὐρανοῦ ἐλθόντα καὶ ἐν μήτρᾳ παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ὅπως τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔνσαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾑ καὶ περιετμήθη ἀληθινῶς καὶ οὐ δοκήσει ἡμέρᾳ τ[ι ὀγδόῃ.

ἦΜεν γὰρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι«, οὐ τὸν νόμον ἀλλότριον ἀποφῆ(??)αι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἓως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ’ αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια.

ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἴφη ἡ Σεπφώρα, ὅτι »ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου«.

καὶ οὐκ εἶπεν ὅτι περιέτεμόν μου τὸ παιδίον«· οὐ γὰρ ᾠκονόμει ὁ ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ | ὑπομνήσεως χάριν τοῦ μέλλοντος 288 παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *, ὅπερ ἀκούσας καὶ οἰκονομήσας ἀπέστη.

καὶ ποίου παιδίου, ἄκουε, ἀλλ’ ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι »θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν«,

τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ γε »υἱὸς ἐδόθη ἡμῖν‘, ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα.