Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτα ἀποκρίνεται καὶ λέγει, ὅτι | Χριστός μοι ἀπεκάλυψε, καὶ βλασφημεῖ τὰ πλείω τῆς D112 νομοθεσίας καὶ τοὺς περὶ Σαμψὼν καὶ Δαυὶδ καὶ Ἠλίαν καὶ Σαμουὴλ καὶ Ἐλισσαῖον καὶ τοὺς ἄλλους.

19. Ἐλέγχεεται δὲ πανταχόθεν ὁ ἀγύρτης ὑπὸ τοῦ σωτῆρος, διαρρήδην καὶ ὡς έν συντόμῳ ἀπὸ μιᾶς λέξεως τὸ πᾶν αὐτοῦ ἐλέγχοντος τῆς ἀπατηλῆς διδασκαλίας καὶ λέγοντος »ἠλθεν Ἰωάννης έν ὁδῷ δικαιοσύνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, δαιμόνιον ἔχει· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων 〈καὶ λέγουσιν, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης>« .

καὶ οὐ πάντως ὅτι κἂν τὸ τυχὸν οὐκ ἤσθιεν Ἰωάννης ἢ πᾶν ὁτιοῦν ἤσθιεν ὁ σωτήρ, ἵνα τις ὑπολάβῃ καὶ τὰ ἀπηγορευμένα·

ἡ γραφὴ δὲ τὴν ἔμφασιν δηλοῖ τῆς ἀληθείας, ὡς τό »φάγον αὐτὸν εἶναι καὶ οἰνοπότην« οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ κρέας ἐσθίειν καὶ οἶνον πίνειν, καὶ τό »μὴ ἐσθίων μήτε πίνων‘, ὅτι κρεῶν οὐ μετείληφε καὶ οἴνου, ἀλλ᾿ ἢ ἀκρίδων μόνον ὁ Ἰωάννης καὶ μέλιτος μετελάμβανε, δῆλον δὲ ὡς καὶ ὕδατος.

τίς δὲ οὐκ οἶδε τὸν σωτῆρα ἀναστάντα ἐκ τῶν νεκρῶν καὶ φαγόντα; καθάπερ ἔχει τὰ ἅγια εὐαγ- γέλια τῆς ἀληθείας, ὅτι ἐπεδόθη αὐτῷ ἄρτος καὶ μέρος ὀπτοῦ ἰχθύος, καὶ λαβὼν ἔφαγε καὶ ἔδωκε τοῖς μαθηταῖς«· ὡς καὶ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἐποίησεν καὶ φαγὼν καὶ διδούς.

καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. δεῖ δέ με κατὰ λεπτότητα εἰς τὸν τούτων τῶν ῥημάτων τῶν ἑώλων τε καὶ σαθρῶν παρ᾿ αὐτοῖς κηρυττομένων ἥκειν ἔλεγχον καὶ τὴν αὐτῶν ποιεῖσθαι ἀνατροπήν.

20. Καὶ πρῶτον μὲν περὶ τοῦ Χριστοῦ ὅτι οὐ ψιλὸς ἄνθρωπος ῥητέον. οὐ δύναται γὰρ ὁ γεννηθεὶς κατὰ πάντα <ὡς> ἄνθρωπος [*](5 über Offenbarungen bei den Ebioniten vgl. dement. Hom. XVII 17 f; S. 167,6ff Lagarde XVIII 6; S. 171, 1ff — 6 vgl. S. 352, 11 — 10 Matth. 11, 18f; das Wort spielte auch bei den Ebioniten selbst eine Rolle vgl, dement. Recogn. I 40 — 21 Luk. 24, 42 f — 22f vgl. Job. 21, 13 V M —20 in lat. Übersetzung bei Corderius, Catena in Luc. p. 212) [*](5 ὅτι] ὁ M 6 Σαμψῶ M 8 δὲ] γὰρ M 10 ἀπατηλοῦ M 11 καὶ < Μ 12f καὶ λέγουσιν, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης( *, vgl. Z. 14 ἢ πᾶν] εἰπαν M 15 ὡς] ὥστε M 18 μόνων V 23 Τιβερειάδος, ει aus ι Vcorr | διαδούς V 25 τῶν2 < Μ 26 ἔλεγχον, ο aus ω ἐλέγχων M 28 Μοι) <ὠς>)

360
ἕνεκα τῷ κόσμῳ δοθήσεσθαι, ὡς περὶ αὐτοῦ προεθέσπιζε τὸ ἅγιον πενῦμα, ὅτε τῷ Ἄχαζ ἔλεγεν »αἴτησαι σεαυτῷ σημεῖον«· κἀκείνου μὴ αἰτήσαντος, τότε φησὶν ὁ προφήτης »αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον·

ἐκοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει«. παρθένος δὲ οὐ καλεῖται ἡ συν- αφθεῖσα ἀνδρὰ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως λέγοιτ' ἄν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα,

ὡς καὶ αὐτὸς Ἠσαίας ἐν ἄλλῳ τόπῳ φησί »φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδόσεως, ἀνταποδεδόντος τοῖς ἀντικειμένοις· πρὶν ἤ τὴν ἀδίνουσαν τεκεῖν, πρὶν ἤ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἔρσεν. τίς ἤκουσε τοιοῦτο ἤ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τῆν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος«.

ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ' ἤ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδμοῦ γεγένηται, καὶ τὸ τὸν δἰ αὐτὸν ἀπὸἘλισάβετ κατὰ ἐπαυυελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δἰ\ὠδίνων γεγέννηται;

πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρος ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι »ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν«;