Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὥστε νομίζειν μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώ- [*](3ff vgl. Act. 4, 34f — 10ff vgl. Hippolyt refut. IX 15, 4ff; S. 254, 2ff Wendland λέγει δὲ οὕτως· ἄν τιν’ οὖν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος ἐν ᾡ ἐστι πνεῦμα διαφθορᾶς δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὕπου ἐὰν ᾐ τόπος βαθύς, βαπτισάσθω <σὺν> παντὶ τῷ φορέματι αὐτοῦ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει, καὶ τότε ἐπιμαρ- σθω τοὺς ἑπτὰ μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγαι καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν; dazu. W. Brandt, Die üd. Baptismen S. 105 — beachte auch die Schwurzeugen dement. Hom. Διαμαρτυρία 2 u. 4; S. 4, 29f Lagarde u. 5, 17 μάρτυρας ἔχοιμι οὐρανὸν γῆν ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δ’ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα οὗ ἄνευ οὐκ ἀναπνέω — 12 vgl. haer. 19, 1, 6; S. 218, 10ff — 15 vgl. haer. 19, 5, 4 S. 222, 25ff; dazu oben S. 336, 1ff — 18 vgl. haer. 19, 4, 1ff; S. 221, 6ff V M) [*](9 γέντα, μο oben über Vcorr 10 φυλάττεται getilgt, ür am Rande ἐπιτηδεύεται V 11 εἰς τὰ angeflickt Vcorr 13 τῆς hineingeflickt Vcorr | <ὥς> * 14 τοῦ < V 16 ἀπ᾿ αὐτοῦ] αὐτῶ αὐτῶ V 17 ἀλξα///ὶ, ι aus ει 18 ἔθ//ἤ, ν ausradiert Vcorr | ὡς M | νομίζει V 19 ἀνδρο///ίκελον, ι aus ει Vcorr)

357
ποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου.

καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα.«

ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ᾿ ἑκάστῳ ἔθνει τε καὶ αἱρέσει 10 ὄντα, εὑρισκόμενα δὲ καὶ παρ᾿ ἑτέροις, νομισθείη κατὰ λήθην ὑφ ἡμῶν μὴ εἰρῆσθαι.

[*](P142)

18. Οὑτος μὲν οὐν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ ἴσχεν τὸ κήρυγμα καὶ Ῥώμῆ, τὰς δὲ ῥίζας τῶι, ἀκανθωδῶν παραφυάδων ἔχουσιν ἀπό τε τῆς Ναβαταίας καὶ Πανεάδος τὸ πλεῖστον, Μωαβίτιδός τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν, ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ.

ἀναγκάζουσι δὲ καὶ παρ᾿ ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους, ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ᾿ αὐτοῖς διδασκάλων πρεσβυτέρους γὰρ οὑτοι ἔχουσι καὶ ἀρχισυναγώγους, συναγωγὴν δὲ καλοῦσι τὴν ἑαυτῶν ἐκκλησίαν καὶ οὐχὶ ἐκκλησίαν, τῷ Χριστοῦ δὲ ὀνόματι μόνον σεμνύνονται)

καὶ οὐ μόνον ἑνὶ τῷ γάμῳ ἐπιτρέπουσι τὰς συναφείας ποιεῖσθαι, ἀλλ᾿ εἰ καὶ θελήσειέν τις τοῦ πρώτου γάμου διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν — πάντα γὰρ παρ᾿ αὐτοῖς ἀδεῶς ἐφίεται — ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου.

Ἀβραὰμ δὲ ομολογοῦσι καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μωυσέα τε καὶ Ἀαρών, Ἰησοῦν τε τὸν τοῦ Ναυῆ, ἁπλῶς διαδεξάμενον Μωυσέα, οὐδὲν δὲ ὄντα. μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν προφητῶν, ἀλλὰ καὶ ἀναθεματίζουσι καὶ χλευάζουσι Δαυίδ τε καὶ α, ὁμοίως δὲ τοὺς [*](13ff vgl. oben c. 2, 7; S. 335, 5ff u. haer. 29, 7, 7 haer. 40, 1, 5 — 16ff vgl. oben c. 2, 6; S. 334, 20ff — 23ff vgl. oben S. 352, 11 u. haer. 18, 1, 3; S. 215, 21ff V M) [*](4 τὸ] * 6 ἔφαναν V 10 ἑτέρω Μ 11 μὴ < V 14 Ναβαταίας] ναβατέας, va oben drüber Vcorr ναβατείας M; oben S. 335, 9 Βαταναίας, aber haer. 19, 1, 2 u. 10; S. 217, 21 u. 219, 7 15 Κωχάβων V M | vor ἐν τῇ + τῆς M | γῆς M 18 vor καλοῦσι | οὐτοι Μ 19 καὶ οὐχὶ ἐκκλησίαν] am Rande beigesetzt Vcorr < M 20 ἑνί τινι aus ἑνί τω V ἐν τῷ M | ἐπιτρέπουσι Vcorr | συναφείας aus συγγραφὰς Vcorr 22 ἐπιτρέπουσιν < M πάντα γὰρ — ἐφίεται hinter ἑβδόμου γάμου (Z. 23) verwiesen Vcorr 24 Μωυσέα *] Μωυσῆν V M 25 οὐδὲν δὲ ὄντα < M 26 οὐκέτι <)

358
περὶ Ἠσαΐαν καὶ Ἰερεμίαν, Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἠλίαν τε καὶ Ἐλισσαῖον ἀθετοῦσιν· οὐ γὰρ συντίθενται, βλασφημοῦντες τὰς αὐτῶν προφητείας, ἀλλὰ μόνον τὸ εὐαγγέλιον δέχονται.

τὸν δὲ Χριστὸν προφήτην λέγουσι τῆς ἀληθείας καὶ Χριστόν, υἱὸν <δὲ> θεοῦ κατὰ καὶ κατὰ συνάφειαν ἀναγωγῆς τῆς ἄνωθεν πρὸς αὐτὸν γεγενημένης τοὺς δὲ προφήτας λέγουσι * συνέσεως εἶναι προφήτας καὶ οὐχ ἀληθείας.

αὐτὸν δὲ μόνον θέλουσιν εἶναι καὶ προφήτην καὶ ἄνθρωπον καὶ υἱὸν θεοῦ καὶ Χριστὸν καὶ ψιλὸν ἄνθρωπον ὡς προείπαμεν, διὰ δὲ ἀρετὴν βίου ἥκοντα εἰς τὸ καλεῖσθαι υἱὸν Μοῦ.

οὔτε δὲ δέχονται τὴν πεντάτευχον Μωυσέως ὅλην, ἀλλά τινα ῥητὰ ἀποβάλλουσιν, ὅταν δὲ αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγεν Νῶε καὶ ἤκουσεν ἀπὸ θεοῦ λέγοντος, θῦσον καὶ φάγε, πῶς δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ θεῷ, ὁμοίως δὲ καὶ Μωυσῆς ἐν τῇ [*](4 προφήτης τῆς ἀληθείας allerwärts in den Clementinen — 6 vgl. zu S. 352 dazu dement. Hom. III 52; S. 50, 27 Lagarde αἱ ἐν »γεννητοῖς γυναικῶν« προφητεῖαι u. Methodius conviv. VIII 10 Ἐβιωναῖοι, ἐξ ἰδίας κινήσεως τοὺς προφήτας φιλονεικοῦντες λελαληκέναι — 7ff vgl. ßer den zu S. 336, 6ff ührten Stellen dement. Hom. XVI 15; S. 156, 13 Lagarde ὁ κύριος ἡμῶν οὔτε θεοὺς εἶναι ἐφθέγξατο παρὰ τὸν κτίσαντα τὰ πάντα οὔτε ἑαυτὸν θεὸν εἶναι ἀνηγόρευσεν, υἱὸν δὲ θεοῦ τοῦ τὰ πάντα διακοσμήσαντος τὸν εἰπόντα αὐτὸν εὐλόγως ἐμακάρισεν u, III 20; S. 41, 34 διὰ τοὺς καμάτους θεοῦ ἐλέει χρισθείς; dazu Hippolyt refut. VII, 34, 1f S. 221, 11ff Wendland καὶ τὸν Ἰησοῦν λέγοντες δεδικαιῶσθαι ποιήσαντα τὸν νόμον· διὸ καὶ Χριστὸν αὐτὸν τοῦ θεοῦ ὠνομάσθαι καὶ Ἰησοῦν (lies υἱόν? *), ἐπεὶ μηδεὶς τῶν > ἐτέλεσε τὸν νόμον· εἰ γὰρ καὶ ἕτερός τις πεποιήκει τὰ ἐν νόμῳ προστεταγμένα, ἦν ἂν ἐκεῖνος ὁ Χριστός . . . καὶ γὰρ καὶ αὐτὸν ὁμοίως ἄνθρωπον εἶναι πᾶσι λέγουσιν — 10ff vgl. dement. Hom. II 41; S. 33, 35ff Lagarde II 51 S. 85, 37ff εἰ οὖν τῶν γραφῶν ἃ μέν ἐστιν ἀληθῆ ἃ δὲ ψευδῆ, εὐλόγως ὁ διδάσκαλος ἡμῶν ἔλεγεν γίνεσθε τραπεζῖται δόκιμοι«, ὡς τῶν ἐν ταῖς γραφαῖς τινῶν μὲν δοκίκων ὄντων λόγων, τινῶν δὲ κιβδήλων ΙΙΙ 18; S. 41, 1ff III 50; S. 50, 12ff XVm 19ff; S. 175, 20ff dement. Recogn. I 21 — 11f vgl. Gen. 18, 8 — 13f vgl. Gen. 8, 20 u. 9, 3 Act. 10, 13 — 14f vgl. Exod. 5, 1 V M) [*](1 vor Δανιὴλ + καὶ V 4 <δὲ> * 6 *, lies wohl <ἰδίας> *; vgl. ührte Methodiusstdle u. dement. Hom. XVII 17; S. 167, 7ff Lagarde, wo es von der wahren Prophetie ßt ἀναβλύζει τῷ τῷ τὸ ἀληθές, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον 8 καὶ Χριστὸν am Rande nachgetragen Veorr < M 10 δὲ < M | ῥήματα V 11 περὶ ἐμψύχων βρώσεως nachgetragen Vcorr)

359
ἐρήμῳ;«, ἐκείνοις μὲν ἀπιστεῖ καί φησι »τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ, ἐλθόντος τοῦ εὐαγγελίου;«.

»πόθεν σοι τοίνυν τὰ περὶ Μωυσέως καὶ Ἀβραὰμ εἰδέναι; οἶδα γὰρ ὡς ὁμολογεῖτε αὐτοὺς εἶναι, δικαίους καὶ πατέρας ἑαυτῶν ἐπιγράφεσθε«.