Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ᾿ ἑκάστῳ ἔθνει τε καὶ αἱρέσει 10 ὄντα, εὑρισκόμενα δὲ καὶ παρ᾿ ἑτέροις, νομισθείη κατὰ λήθην ὑφ ἡμῶν μὴ εἰρῆσθαι.

[*](P142)

18. Οὑτος μὲν οὐν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ ἴσχεν τὸ κήρυγμα καὶ Ῥώμῆ, τὰς δὲ ῥίζας τῶι, ἀκανθωδῶν παραφυάδων ἔχουσιν ἀπό τε τῆς Ναβαταίας καὶ Πανεάδος τὸ πλεῖστον, Μωαβίτιδός τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν, ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ.

ἀναγκάζουσι δὲ καὶ παρ᾿ ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους, ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ᾿ αὐτοῖς διδασκάλων πρεσβυτέρους γὰρ οὑτοι ἔχουσι καὶ ἀρχισυναγώγους, συναγωγὴν δὲ καλοῦσι τὴν ἑαυτῶν ἐκκλησίαν καὶ οὐχὶ ἐκκλησίαν, τῷ Χριστοῦ δὲ ὀνόματι μόνον σεμνύνονται)

καὶ οὐ μόνον ἑνὶ τῷ γάμῳ ἐπιτρέπουσι τὰς συναφείας ποιεῖσθαι, ἀλλ᾿ εἰ καὶ θελήσειέν τις τοῦ πρώτου γάμου διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν — πάντα γὰρ παρ᾿ αὐτοῖς ἀδεῶς ἐφίεται — ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου.

Ἀβραὰμ δὲ ομολογοῦσι καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μωυσέα τε καὶ Ἀαρών, Ἰησοῦν τε τὸν τοῦ Ναυῆ, ἁπλῶς διαδεξάμενον Μωυσέα, οὐδὲν δὲ ὄντα. μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν προφητῶν, ἀλλὰ καὶ ἀναθεματίζουσι καὶ χλευάζουσι Δαυίδ τε καὶ α, ὁμοίως δὲ τοὺς [*](13ff vgl. oben c. 2, 7; S. 335, 5ff u. haer. 29, 7, 7 haer. 40, 1, 5 — 16ff vgl. oben c. 2, 6; S. 334, 20ff — 23ff vgl. oben S. 352, 11 u. haer. 18, 1, 3; S. 215, 21ff V M) [*](4 τὸ] * 6 ἔφαναν V 10 ἑτέρω Μ 11 μὴ < V 14 Ναβαταίας] ναβατέας, va oben drüber Vcorr ναβατείας M; oben S. 335, 9 Βαταναίας, aber haer. 19, 1, 2 u. 10; S. 217, 21 u. 219, 7 15 Κωχάβων V M | vor ἐν τῇ + τῆς M | γῆς M 18 vor καλοῦσι | οὐτοι Μ 19 καὶ οὐχὶ ἐκκλησίαν] am Rande beigesetzt Vcorr < M 20 ἑνί τινι aus ἑνί τω V ἐν τῷ M | ἐπιτρέπουσι Vcorr | συναφείας aus συγγραφὰς Vcorr 22 ἐπιτρέπουσιν < M πάντα γὰρ — ἐφίεται hinter ἑβδόμου γάμου (Z. 23) verwiesen Vcorr 24 Μωυσέα *] Μωυσῆν V M 25 οὐδὲν δὲ ὄντα < M 26 οὐκέτι <)

358
περὶ Ἠσαΐαν καὶ Ἰερεμίαν, Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἠλίαν τε καὶ Ἐλισσαῖον ἀθετοῦσιν· οὐ γὰρ συντίθενται, βλασφημοῦντες τὰς αὐτῶν προφητείας, ἀλλὰ μόνον τὸ εὐαγγέλιον δέχονται.