Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐδὲ τοῦτο δὲ ἀληθὲς παρ’ αὐτοῖς, ἀλλὰ φύσει τῷ ὄντι Ἐβίων ἐκαλεῖτο, κατὰ προφητείαν οἶμαι ὁ πτωχὸς καὶ τάλας τὸ ὄνομα ἐκ πατρὸς αὐτοῦ καὶ μητρὸς αὐτοῦ κεκληρωμένος.

πόσα δὲ ἄλλα δεινὰ καὶ παραπεποιημένα καὶ μοχθηρίας γέμοντα παρ’ αὐτοῖς φυλάττεται; ὅτω γὰρ τις ἐξ αὐτῶν ἢ νόσῳ περιπέσοι ἢ ὑπὸ ἑρπετοῦ δηχθείη, κάτεισιν εἰς τὰ ὕδατα καὶ ἐπικαλεῖται τὰς ἐπωνυμίας τὰς ἐν τῷ Ἠλξαῒ τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς τοῦ τε ἁλὸς καὶ τοῦ ὕδατος, τῶν τε ἀνέμων καὶ ἀγγέλων τῆς δικαιοσύνης, > φασι, καὶ τοῦ ἄρτου καὶ τοῦ ἐλαίου, καὶ ἄρχεται λέγειν βοηθεῖτέ μοι καὶ ἀπαλλάξατε ἀπ᾿ ἐμοῦ τὸ ἄλγημα«.

ἤδη δέ μοι καὶ ἀνωτέρω προδεδήλωται ὡς ταῦτα μὲν Ἐβίων οὐκ ᾔδει, μετὰ καιρὸν δὲ οἱ ἀπ᾿ αὐτοῦ συναφθέντες τῷ Ἠλξαῒ ἐσχήκασι μὲν τοῦ Ἐβίωνος τὴν περιτομὴν καὶ τὸ σάββατον καὶ τὰ ἔθη, τοῦ δὲ Ἠλξαῒ τὴν φαντασίαν,

ὥστε νομίζειν μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώ- [*](3ff vgl. Act. 4, 34f — 10ff vgl. Hippolyt refut. IX 15, 4ff; S. 254, 2ff Wendland λέγει δὲ οὕτως· ἄν τιν’ οὖν ἄνδρα ἢ γυναῖκα ἢ νεώτερον ἢ νεωτέραν κύων λυσσῶν καὶ μαινόμενος ἐν ᾡ ἐστι πνεῦμα διαφθορᾶς δάκῃ ἢ περι(σχ)ίσῃ ἢ προσψαύσῃ, ἐν αὐτῇ τῇ ὥρᾳ δραμέτω σὺν παντὶ τῷ φορέματι καὶ καταβὰς εἰς ποταμὸν ἢ εἰς πηγήν, ὕπου ἐὰν ᾐ τόπος βαθύς, βαπτισάσθω <σὺν> παντὶ τῷ φορέματι αὐτοῦ προσευξάσθω τῷ μεγάλῳ καὶ ὑψίστῳ θεῷ ἐν καρδίας πίστει, καὶ τότε ἐπιμαρ- σθω τοὺς ἑπτὰ μάρτυρας τοὺς γεγραμμένους ἐν τῇ βίβλῳ ταύτῃ· ἰδοὺ μαρτύρομαι τὸν οὐρανὸν καὶ τὸ ὕδωρ καὶ τὰ πνεύματα τὰ ἅγαι καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν; dazu. W. Brandt, Die üd. Baptismen S. 105 — beachte auch die Schwurzeugen dement. Hom. Διαμαρτυρία 2 u. 4; S. 4, 29f Lagarde u. 5, 17 μάρτυρας ἔχοιμι οὐρανὸν γῆν ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δ’ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα οὗ ἄνευ οὐκ ἀναπνέω — 12 vgl. haer. 19, 1, 6; S. 218, 10ff — 15 vgl. haer. 19, 5, 4 S. 222, 25ff; dazu oben S. 336, 1ff — 18 vgl. haer. 19, 4, 1ff; S. 221, 6ff V M) [*](9 γέντα, μο oben über Vcorr 10 φυλάττεται getilgt, ür am Rande ἐπιτηδεύεται V 11 εἰς τὰ angeflickt Vcorr 13 τῆς hineingeflickt Vcorr | <ὥς> * 14 τοῦ < V 16 ἀπ᾿ αὐτοῦ] αὐτῶ αὐτῶ V 17 ἀλξα///ὶ, ι aus ει 18 ἔθ//ἤ, ν ausradiert Vcorr | ὡς M | νομίζει V 19 ἀνδρο///ίκελον, ι aus ει Vcorr)

357
ποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου.

καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα.«