Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

14. Ὅρα δὲ τὴν παρ᾿ αὐτοῖς παραπεποιημένην πανταχόθεν διδασκαλίαν, πῶς πάντα χωλά, λοξὰ καὶ οὐδεμίαν ὀρθότητα ἔχοντα.

ὁ μὲν γὰρ Κήρινθος καὶ Καρποκρᾶς, τῷ αὐτῷ χρώμενοι δῆθεν παρ᾿ αὐτοῖς εὐαγγελίῳ * ἀπὸ τῆς ἀρχῆς τοῦ κατὰ Ματθαῖον εὐαγγελίου διὰ τῆς γενεαλογίας βούλονται παριστᾶν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας εἶναι τὸν Χριστόν. οὑτοι δὲ ἄλλα τινὰ διανοοῦτναι.

παρακόψαντες γὰρ τὰς παρὰ τῷ Ματθαίῳ γενεαλογίας ἄρχονται τὴν ἀρχὴν ποιεῖσθαι ὡς προείπομεν, λέγοντες οτι »ἐγένετο« φησίν »ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως Καϊάφα, ἦλθέν τις Ἰωάννης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ« καὶ τὰ ἑξῆς·

ἐπειδὴ γὰρ βούλονται τὸν μὲν Ἰησοῦν ὄντως ἄνθρωπον εἶναι, ὡς προεῖπον, Χριστὸν δὲ ἐν αὐτῷ γεγενῆσθαι τὸν ἐν εἴδει περιστερᾶς καταβεβηκότα καθάπερ ἤδη καὶ παρ᾿ ἄλλαις αἱρέσεσιν εὑρήκαμεν) συναφθέντα <τε> αὐτῶ, καὶ εἶναι | αὐτὸν τὸν Χριστὸν * ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς γεγεννημένον.

πάλιν δὲ ἀρνοῦνται εἶναι αὐτὸν ἄνθρωπον, δῆθεν ἀπὸ τοῦ λόγου οὑ εἴρηκεν ὁ σωτὴρ έν τῷ ἀναγγελῆναι αὐτῷ ὅτι »ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν«, ὅτι »τίς μού ἐστι μήτηρ καὶ ἀδελφοί; καὶ ἐκτείνας τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς ἔφη· οὐτοί εἰσιν οἱ ἀδελφοί μου καὶ ἡ μήτηρ καὶ ἀδελφαὶ οἱ ποιοῦντες τὰ θελήματα τοῦ πατρός μου((.

ἐν- [*](2f vgl. Matth. 3, 17 — 3f vgl. Matth. 3, 14f — 9 vgl. haer. 28, 5, 1 S. 317, 10ff — —16 vgl. S. 350, —10 — 19 vgl. haer. 28, 1, 5; S. 314, 1ff — 22 ob Epiph. das Folgende örtlich aus dem Ebionitenev. übernimmt, ist angesichts des δῆθεν unsicher — 23 Matth. 12, 47ff V M) [*](1 ὃ Tischendorf] ὃν V M 2 κύριε < M 7f die Reihenfolge διδασκαλίαν durch Zahlen hergestellt Vcorr διδασκαλίαν πανταχόθεν M 9 χρόμενοι M 10 * 〈κατὰ Ματθαῖον λεγομένῳ> *, vgl. S. 349, 2 15 ἐπὶ Καϊάφα < S. 350, 9 15 u. 16 τις u. ὀνόματι < S. 350, 9 u. 10 ἄνθρωπον M 18 γεγεννῆσθαι V 20 εὑρήκαμεν *] εὑρίσκομεν V M | <τε> * * änze etwa nach haer. 28, 1, 5 <ἐκ τοῦ ἄνω θεοῦ, τὸν δὲ Ἰησοῦν> 25 τὴν χεῖρα hinter τοὺς μαθητὰς V 26 ἀδελφαὶ] ἀδελφοὶ V)

352
τεῦθεν, ὡς ἔφην, τῆς πάσης κυβείας μεμεστωμένος ὁ Ἐβίων διὰ πολλῶν μορφῶν ὑποφαίνει ἑαυτόν, ὡς εἶναι τεράστιον κατὰ τὰ ἄνω μοι προδεδηλωμένα.

15. Χρῶνται δὲ καὶ ἄλλαις τισὶ βίβλοις, δῆθεν ταῖς Περιόδοις καλουμέναις Πέτρου ταῖς διὰ Κλήμεντος γραφείσαις, νοθεύσαντες μὲν τὰ ἐν αὐταῖς, ὀλίγα δὲ ἀληθινὰ ἐάσαντες,

ὡς αὐτὸς Κλήμης αὐτοὺς κατὰ πάντα ἐλέγχει ἀφ’ ὧν ἔγραψεν ἐπιστολῶν ἐγκυκλίων τῶν ἐν ταῖς ὰγίαις ἐκκλησίαις ἀναγινωσκομένων, ὅτι ἄλλον ἔχει χαρακτῆρα ἡ αὐτοῦ πίστις καὶ ὁ λόγος παρὰ τὰ ὑπὸ τούτων εἰς ὄνομα αὐτοῦ ἐν ταῖς περιόδοις νενοθευμένα. αὐτὸς γὰρ παρθενίαν διδάσκει καὶ αὐτοὶ οὐ δέχονται· αὐτὸς ἐγκωμιάζει Ἠλίαν καὶ Δαυιδ καὶ Σαμψὼν καὶ πάντας προφήτας, οὓς οὐτοι βδελύττονται.