Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὰ τοιαύτην δὲ αἰτίαν πολυπραγμονήσαντες ἀνθρόως εἰσέφρησαν οἴκαδε εἰς τὸ αὐτοῦ ἐφέστιον καὶ καταλαμβάνουσιν αὐτὸν τὰ εὐαγγέλια διερχόμενον, τήν τε βίβλον κατέχουσι τὸν δὲ ἄνδρα ἁρπάζουσι, σύροντες χαμαὶ καὶ βοῶντες, καὶ αἰκίας ἐπιφέροντες οὐ τὰς τυχούσας ἀπάγουσι μὲν εἰς τὴν συναγωγὴν καὶ μαστίζουσι τοῦτον κατὰ τὸν νόμον.

καὶ οὑτος αὐτῷ πρῶτος ἀγὼν γίνεται· ἐπέστη δὲ ὁ ἐπίσκοπος τῆς πόλεως καὶ ἀφείλετο αὐτόν. ἄλλοτε δὲ καταλαμβάνουσιν αὐτὸν ἐν ὁδοιπορίᾳ τινί, ὡς ἡμῖν ὑφηγήσατο, καὶ ῥίπτουσιν αὐτὸν εἰς Κύδνον τὸν ποταμόν. τῷ δὲ ῥεύματι αὐτὸν ἀφαρπαχθέντα * ἐτόπασαν μή πη ἄρα ὄλωλεν ὑποβρύχιος γενόμενος τοῖς ὕδασι καὶ ἔχαιρον ἐπὶ τούτῳ.

ὁ δὲ μικρῷ [*](16 über die ἀζανῖται vgl. Schürer, Gesch. d. üd. Volkes II4 V M) [*](1 ὁ < Y 2 ἐνεργῶν getilgt, dafür am Rande διδοὺς σωτηρίας 4 αὐτῷ τῷ Ἰωσήπῳ *] αὐτὸν τὸν Ἰώσηπον V M 7 lies ἀπελθὼν? * 9 ἔπραττεν M 11 φιλ<ι>οῦται * | † ὃς] lies καὶ oder etwa <καὶ πρὸς αὐτὸν ος λεληθότος Μ 14 τε <τε ὤν> * | οὕτως V 15 διετέλει *] ἐπιτελεῖν V ἐπετέλει M κακῶν hinter τῶν am Rande nachgetragen Vcorr < M 22 τε < M Ausgg.] τε V M 25 vor κατὰ + καὶ, ür καὶ vor οὑτος < V 29 παγ///έντα, γ statt χθ Vcorr ἀπαρχθέντα Μ | * > * | μή πη ἄρα ὄλωλεν] μὴ παραπόλωλεν M 30 γινόμενος M)

347
ὕστερον λουτροῦ ἁγίου καταξιοῦται ἐσώθη γάρ), ἄνεισι δὲ ἐπὶ τὸ κομιτάτον καὶ βασιλεῖ Κωνσταντίνῳ φιλιοῦται καὶ ἀνέθετο αὐτῷ τὰ καθ’ ἑαυτὸν ἅπαντα, ὡς ἦν τῶν κατ᾿ Ἰουδαίους ἐξοχωτάτης ἀξίας καὶ ὡς αἱ θεοπτίαι αὐτῶ πάντῃ ἐπεφαίνοντο, τοῦ κυρίου αὐτὸν προσκαλουμένου εἰς τὴν ἁγίαν κλῆσιν καὶ σωτηρίαν τῆς κατ᾿ αὐτὸν πίστεώς τε καὶ γνώσεως.

ὁ δὲ ἀγαθὸς βασιλεύς, δοῦλος ὢν Χριστοῦ ἐν ἀληθείᾳ καὶ τὸν κατὰ θεὸν ζῆλον ἐν βασιλεῦσι μετὰ Δαυὶδ καὶ Ἐζεκίαν καὶ Ἰωσίαν κεκτημένος, γέρας αὐτῷ δίδωσιν, ὡς ἤδη προεῖπον, ἀξιώματος ἐν τῇ αὐτοῦ βασιλείᾳ.

κόμητα γὰρ αὐτὸν κατέστησε, φήσας αὐτῷ αἰτεῖν πάλιν ὃ βούλεται· ὁ δὲ οὐδὲν ᾐτήσατο πλὴν τοῦτο μέγιστον χάρισμα τυχεῖν παρὰ τοῦ βασιλέως τὸ ἐπιτραπῆναι καὶ] διὰ προστάγματος βασιλικοῦ οἰκοδομῆσαι Χριστοῦ ἐκκλησίας ἐν ταῖς πόλεσι καὶ κώμαις τῶν Ἰουδαίων, ἔνθα τις οὐδέποτε ἴσχυσεν προστήσασθαι ἐκκλησίας διὰ τὸ μήτε Ἕλληνα μήτε Σαμαρείτην μήτε Χριστιανὸν μέσον αὐτῶν εἶιναι.

τοῦτο δὲ μάλιστα ἐν Τιβεριάδι καὶ ἐν Διοκαισαρείᾳ τῇ καὶ Σεπφουρὶν καὶ ἐν Ναζαρὲτ καὶ ἐν Καπερναοὺμ φυλάσσεται > παρ᾿ αὐτοῖς τοῦ] μὴ εἶναι ἀλλόεθνον.

12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ τὴν Τιβεριάδα ἡκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος ἄρχεται γοῦν ἐν Τιβεριάδι κτίζειν.

ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμα, Ἀδριανεῖον τοῦτο ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημόσιον λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι.