Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ δὲ μετὰ ὤραν διατριψάμενος τὸ μέτωπον ἀνέστη καὶ ἀναστὰς καὶ θεασάμενος τὴν ἰδίαν γύμνωσιν ἑαυτὸν ἔκρυπτεν καὶ τὰς χεῖρας ἐπὶ τῇ

αἰσχύνῃ ἐπετίθει, μηκέτι φέρων ἰδεῖν τὴν ἰδίαν γύμνωσιν. ἱμάτιον δὲ παρ᾿ αὐτοῦ τοῦ Ἰωσήπου ἐξ ὡν εἶχεν ἐνδυθείς, εἰς κατάστασιν συνέσεως καὶ σωφρονισμοῦ ἐλθὼν τῷ τε ἀνδρὶ πολλὰ εὐχαριστήσας καὶ θεῷ, γνοὺς ὅτι δι᾿ αὐτοῦ ἔτυχε τῆς σωτηρίας, ἐν τῇ πόλει διεφήμιζε τὸν ἄνδρα, καὶ γνωστὸν ἐγένετο τοῖς ἐκεῖσε Ἰουδαίοις τοῦτο τὸ σημεῖον.

θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν τῇ πόλει λεγόντων Ἰώσηπος Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας καὶ εὑρὼν γεγραμμένον τὸ ὄνομα τοῦ θεοῦ καὶ ἀναγνούς, σημεῖα μεγάλα ἐργάζεται. ἦν δὲ ἀληθὲς τὸ ὑπ᾿ αὐτῶν λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπενόουν.

ἔτι δὲ [*](20 vgl. Act. 3, 6 — 21ff vgl. Mark. 9, 20. 26 — 32f vgl. üller, Im Namen Jesu S. 135ff V M) [*](3 μοι] * 5 νόσσω Μ 5f πρεσβυτέρου V 9 νόσσου Μ 13 με < 15 διερρήγνυεν, ρ drüber Vcorr 19 ἐρράντισεν, ρ über Vcorr ἐράντισεν 24 μέτωπον *, vgl. haer. 69, 59, 2] πρόσωπον V M 31 θρύλ//ὄς, λ ausradiert Vcorr)

346
ἐπέμενεν ὁ Ἰώσηπος σκληρυνόμενος τῇ καρδίᾳ. ἀλλὰ ὁ φιλάνθρωπος θεός, προφάσεις ἀεὶ ἐνεργῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθάς, ταύτας παρέχει τοῖς εἰς ζωὴν καταξιουμένοις ἀνθρώποις.

11. Συμβέβηκε γὰρ αὐτῷ τῷ Ἰωσήπῳ μετὰ τὸ ἁδρυνθῆναι Ἰούδαν τὸν πατριάρχην, ὃν προείπαμεν τάχα γὰρ οὕτως ἐλέγετο), ἀμοιβῆς ἕνεκα γέρας τῷ Ἰωσήπῳ τῆς ἀποστολῆς δοῦναι τὴν ἐπικαρπίαν.

καὶ μετ’ ἐπιστολῶν οὑτος ἀποστέλλεται εἰς τὴν Κιλίκων· ὃς ἀνελθὼν ἐκεῖσε ἀπὸ ἑκάστης πόλεως τῆς Κιλικάς τὰ ἐπιδέκατα | καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἐν τῇ ἐπαρχίᾳ Ἰουδαίων εἰσέπραττεν.

ἐν τούτῳ δὲ τῷ καιρῷ κατάγεται πλησιαίτερον τῆς ἐκκλησίας, οὐκ οἶδ᾿ εἰπεῖν ἐν ποίᾳ πόλει. φιλ<ι>οῦται δὲ τῷ ἐκεῖσε ἐπισκόπῳ, † ὃς ᾔτησε παρ᾿ αὐτοῦ τὰ εὐαγγέλια καὶ ἀνέγνω.

ἐπεὶ οὖν οἷα ἀπόστολος οὕτως γὰρ παρ᾿ αὐτοῖς ὡς ἔφην τὸ ἀξίωμα καλεῖται), ἐμβριθέστατός τε ὤν> καὶ καθαρεύων δῆθεν, τὰ εἰς κατάστασιν εὐνομίας διετέλει προβαλλόμενος, πολλοὺς τῶν κατασταθέντων ἀρχισυναγώγων καὶ ἱερέων καὶ πρεσβυτέρων καὶ ἀζανιτῶν τῶν παρ’ αὐτοῖς διακόνων ἑρμηνευομένων ἢ ὑπηρετῶν) καθαιρῶν τε καὶ μετακινῶν τοῦ ἀξιώματος, ὑπὸ πολλῶν ἐνεκοτεῖτο, οἵτινες ὥσπερ ἀμύνασθαι αὐτὸν πειρώμενοι πολυπραγμονεῖν τοῦτον καὶ ἰχνηλατεῖν τὰ παρ᾿ αὐτοῦ γινόμενα οὐ μικρὸν ἐσπούδαζον.