Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τότε δὲ λοιλὸν ἀλλόφυλος βασιλεὺς Ἡρᾠδης καὶ οὐκέτι οἱ ἀπὸ τοῦ Δαυὶδ διάδημα ἐπέθεντο.

μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας, ἐν Χριστῷ ἐπὶ τὴν ἐκκλησίαν ἀπὸ μὲν οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἰσραὴλ τὸ βασιλικὸν μετέστη ἀξίωμα, ἵδρυται δὲ ὁ θρόνος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ ἀξίωμα τό τε βασιλικὸν καὶ τὸ ἀρχιερατικόν —

καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος Δαυὶδ τοῦ βασιλέως κατὰ σάρκα καὶ τὸ εἶναι αὐτόν, ὅπερ καὶ ἔστι, βασιλέα μείζονα ἀπ’ αἰῶνος κατὰ τὴν θεότητα· τὸ δὲ ἱερατικόν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ ἀρχιερέων πρύτανις — , κατασταθέντος εὐθὺς Ἰακώβου,

τοῦ ἀδελφοῦ τοῦ κυρίου καλουμένου καὶ ἀποστόλου, ἐπισκόπου πρώτου, υἱοῦ τοῦ Ἰωσὴψ φύσει ὄντος ἐν τάξει γε ἀδελφοῦ τοῦ κυρίου κληθέντος διὰ τὴν συναναστροφήν.

4. Ἠν γὰρ ὁ Ἰάκωβος οὗτος υἱὸς τοῦ Ἰωσὴψ ἐκ <πρώτης> γυναικὸς τοῦ Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται καὶ σαφέστερον ἡμῖν πεπραγμάτευται.

ἀλλὰ καὶ εὑρίσκομεν αὐτὸν ἐκ τοῦ Δαυὶδ ὄντα διὰ τὸ υἱὸν εἶναι τοῦ Ἰωσήφ, Ναζιραῖόν <τε> γενόμενον ἦν γὰρ πρωτότοκος τῷ Ἰωσὴφ καὶ ἔτι δὲ καὶ ἱερατεύσαντα αὐτὸν κατὰ τὴν παλαιὰν ἱερωσύνην εὕρομεν.

διὸ καὶ ἐφίετο οὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἀλίων εἰσιέναι, ὡς τοῖς ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος κατὰ τὸ γεγραμμένον· αὔτως γὰρ ἱστόρησαν πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης καὶ ἄλλοι.