Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Καλοῦνται δὲ πάλιν οὗτοι Μηρινθιανοί. ὡς ἡ Μοῦσα εἰς ἡμᾶς φάσις περιέχει. εἴτε γὰρ ὁ αὐτὸς Κήρινθος Μήρινθος πάλιν ἐκαλεῖτο, οὐ πάνυ τι σαφοῦς περὶ τούτου ἴσμεν, εἴτε ἄλλος τις ἦν ήρινθος ὀνόματι συνεργὸς τούτου, θεῷ ἔγνωσται.

ἤδη γὰρ εἴπαμεν ὅτι οὐ μόνον αὐτὸς ἐν Ἰεροσολύμοις πολλάκις ἀντέστη τοῖς ἀποστόλοις, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ καὶ ἐν τῇ Ἀσίᾳ· πλὴν ἤτοι αὐτὸς εἴη ἢ καὶ ἄλλος σὺν αὐτῷ συνεργὲς· τὰ ὅμοια αὐτῷ φρονῶν καὶ συμπράττων εἰς τὰ ἴσα, οὐδὲν διαφέρει. ἡ γαρ πᾶσα αὐτῶν κακοτροπία τῆς διδασκαλίας τοῦτον ἔχει τὸν χαρακτῆρα, Κηρινθιανοὶ δὲ ὁμοῦ καὶ Μηρινθιανοὶ οὑτοι καλοῦνται.

Καὶ ταῦτα περὶ ταύτης τῆς δεινῆς καὶ ἑρπετώδους μοχθηρίας διεξιόντες πάλιν ἐπὶ τὰς ἑξῆς προβαίνομεν , εὐχαριστοῦντες μὲν ὅτι τὸ πέλαγος τούτων τῶν κακῶν δογμάτων ἀβλαβῶς διενηξάμεθα, εὐχόμενοι δὲ ἵνα ἐν τοῖς ἑξῆς παρεντυχόντες, ὡς εἰς δυσθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες μὴ ἀδικηθῶμεν , ἀλλὰ σωτηρίας τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν ἡμῖν ὑφήγησιν ἀναφαίνεσθαι ἀληθείας ἐν τῷ ἡμᾶς συνιστᾶν αὐτήν τε καὶ τὴν ἐπ' αὐτῇ [*](8 Tgl. Ancoratus c. 60, 1; S. 70, 18ff u. Panarion haer. 78, 7ff V M) [*](1 vor οὐδὲ ein καὶ getilgt V Ι οὐδὲ] οὐ M Ι γὰρ + ὅτι V 2 μὴ γένοιτο < V Ι γὰρ < V 7 ἀλεξιτήριον M Ι * <παρασκευάσαι> * 8 vor + καὶ M 10f κηρύγματος τῆς ἀληθείας V 13 φήμη aus φάσις Vcorr 15 τούτου *] τούτω V M Ι εἴπο///μεν, ο aus α V corr 16 ἀνθέστη M 17 καὶ2 ausradiert V corr 18 σὺν < M 19 εἰς *] καὶ VM 20 δὲ] τε 21 ὁμοῦ hinter Μηρινθιανοὶ M 25 ἵνα hineingeflickt V corr ἵν' M 25 δυσθαλέττια Dind.] δι///θαλάττια, α ausradiert V corr διαλάττια M 28 ἐπ' *] ἐν V M)

321
κενοφωνίαν.

τῷ γὰρ βουλομένῳ σκοπεῖν καὶ τὰς τούτων ἰδέας ἀνα γράφειν καὶ αὕτη παρεικασθήσεται ὡς ἀληθῶς δικεφάλῳ τινὶ ὄφει διὰ τὸ διώνυμον καὶ τῇ καλοουμένῃ σηπεδόνι ἐχίδνῃ, τῇ κομώσῃ μὲν πᾶν τὸ σῶμα αὐτῆς ἐν θριξὶν ἐρυθραῖς, οὐκ ἐχούσῃ δὲ αὐγὸς αἰγὸς οὐδὲ προβάτου φύσιν ἢ δορὰν ἀλλὰ ἑρπετοῦ καὶ τὴν λύμην ἐργαζομένῃ διὰ τοῦ δήγματος τοῖς παρεντυγχάνουσιν ,

ἀνατρέπουσα τοὺς αὐτῇ πειθομένους, πῆ μὲν ἀπὸ παλαιᾶς θρῃσκείας τὰ τῆς νέας διαθήκης ἀφανίζουσα, πῆ δὲ διὰ λόγων ψευδῶν ὡς ὡς νέας διαθήκης κατὰ τῶν ἀπὸ περιτομῆς εἰς Χριστὸν πεπιστευκότων ἀποστόλων τὰς ψευδηγορίας περιφέρουσα, ἡς τήν τε σῆψιν καὶ τὸν ἰὸν καὶ τοὺς ὀδόντας τῷ ξύλῳ τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες ἐπὶ τὰς μετέπειτα ὡς προεῖπον διεξιέναι ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.