Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τοῦ εὐαγγελίου σαφῶς λέγοντος ὅτι »ηὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν ἢ συνελθεῖν αὐτούς«;

ἔστιν δὲ γνῶναι σαφῶς ὅτι οὐδὲ ὅλως συνῆλθον. μὴ γένοιτο γὰρ τοῦτο εἰπεῖν, ἐπεὶ οὐκ ἂν μετὰ σταυρὸν προενόει παραθέσθαι αὐτὴν Ἰωάννῃ τῷ ἁγίῳ παρθένῳ, ὡς λέγει »ἴδε ἡ μήτηρ σου« καὶ τῇ αὐτῇ »ἴδε ὁ οὑός σου«.

ἔδει γὰρ αὐτὸν παραδοῦναι αὐτὴν τοῖς αὐτῆς συγγενέσιν ἢ τοῖς τέκνοις τοῦ Ἰωσήφ, εἴπερ ἦσαν ἐξ αὐτῆς, Ἰακώβῳ φημὶ καὶ Ἰωσῇ καὶ Ἰούδᾳ καὶ Συμεῶνι. [*](5 I Kor. 15, 53 — 6 I Kor. 15, 20 — 16 Jes. 7, 14 — 10 Luk. 1, 34 — 20 Luk. 1, 35 — 22 Matth. 1, 18 — 25 τῷ ἁγίῳ παρθένῳ, zum Sinn vgl. haer. 78, 10, 11 — 26 Joh. 19, 27 — Joh. 19, 26 — 28 vgl. Mark. 6, 3) [*](V Μ) [*](2 † ἀναστάσει] lies wohl ἀναστάσεως 〈ὑποθέσει〉 * 3 vor καὶ viell. etwas ausgefallen 〈ἐλέγχων αὐτοὺς〉 ? * | αἷς < M 8 f ἐξ ἀληθείας] s. zu S. 305, 12 11 ἂν < Μ 12 αὐτόν, ο aus ω V corr | ἀπατηθέντες οἱ τάλανες aus ἀπατηθεὶς ὁ τάλας V corr | αἴτιοι γεγονότες aus αἴτιος γεγονὼς V corr 13f εἰσηγουμένων, δι δι V corr 16 ὁ < V 19 ὅτι] ἐπεὶ Μ 21 πῶς δὲ /////, ἔτι ausradiert V corr | αὐτοῦ Μ 28 Συμεὼν Μ)

320
υἱοῖς οὐσι τοῦ Ἰωσὴφ ἀπὸ ἄλλης γυναικός. οὐδὲ γὰρ κέχρηται τ[ι παρθένῳ ὅλως, μὴ γένοιτο· εὑρίσκεται γὰρ μετὰ τὸ γεγεννηκέναι ἡ παρθένος ἄχραντος.

άλλὰ περὶ τούτων ἤδη ἐν ἄλλῳ μοι λόγῳ σαφῶς πεπραγμάτευται καὶ πραγματευθήσεται· ὡδε δὲ ἐν μέρει ὡς ἐν παρεκδρομῃ περὶ τῆς τούτων ὑποδέσεως εἴρηται, ἵνα μὴ ἑτέρων δηγμάτων βουλόμενος ποιῆσαι ἴασιν καὶ ἑτέρων δηλητηρίων ἄκος καὶ ἀλεξητήριον * εἰς ἄλλα τοὺς ἐντυγχάνοντας παρεκτρέψω.

πλὴν ἐκ παντὸς τῷ τὴν σύνεσιν κεκτημένῳ μάταιος ἡ τούτων καταχλεύαστος διδασκαλία συσταθήσεται, παρὰ μὲν τοῖς ἀποστόλοις ἐλεγχομένη, παρὰ δὲ τοῖς συνετοῖς καταγινωσκομένη, ἐκ θεοῦ δὲ καὶ τοῦ αὐτοῦ τῆς ἀληθείας κηρύγματος ἐκβαλλομένη.