Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐν ταύτῃ γὰρ τῇ πατρίδι, φημὶ δὲ Ἀσίᾳ, ἀλλὰ καὶ ἐν τῇ Γαλατίᾳ πάνυ ἤκμασε τὸ τούτων διδασκαλεῖον, ἐν 012 καί τι παραδόσεως πρᾶγμα ἠλθεν εἰς ἡμᾶς, ὡς τινῶν μὲν παρ’ αὐτοῖς προφθανόντων τελευτῆσαι ἄνευ βαπτίσματος, ἄλλους δὲ ἀντ’ αὐτῶν εἰς ὄνομα ἐκείνων βαπτίζεσθαι, ὑπὲρ τοῦ μὴ ἐν τῇ ἀναστάσει ἀναστάντας αὐτοὺς δίκην δοῦναι τιμωρίας βάπτισμα μὴ εἰληφότας, γίνεσθαι δὲ ὑποχειρίους τῆς τοῦ κοσμοποιοῦ ἐξουσίας.

καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον ἀπόστολον εἰρηκέναι »εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;‘ καλῶς δὲ ἄλλοι τὸ ῥητὸν ἑρμηνεύοντές φασιν ὅτι οἱ μέλλοντες τελευτᾶν, ἐπὰν ὠσι κατηχούμενοι, χούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ καταξιοῦνται, δεικνύντες ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται καὶ διὰ τοῦτο ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων.

τούτων δὲ οἱ μὲν τὸν Χριστὸν μηδέπω ἐγηγέρθαι κεκηρύχασιν, ἀνίστασθαι δὲ μετὰ πάντων, οἱ δὲ ὅτι ὅλως νεκροὶ οὐκ ἀναστήσονται.