Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. ἷτος δὲ ὁ Κήρινθος ἀνόητος καὶ ἀνοήτων διδάσκαλος φάσκει πάλιν τολμήσας Χριστὸν πεπονθέναι καὶ ἐσταυρῶσθαι, μήπω δὲ ἐγηγέρθαι, μέλλειν δὲ ἀνίστασθαι ὅταν ἡ καθόλου γένηται νεκρῶν ἀνάστασις.

ἀσύστατα τόνυν ταῦτα παρὰ τούτοις, τά τε ῥήματα καὶ νοήματα. ὅθεν κοὶ ὁ ἀπόστολος ἐκπληττόμενος τοῖς μὲν ἀπιστοῦσι τῇ ἀναστάσει τῶν νεκρῶν τῇ μελλούσῃ ἔσεσθαι ἔλεγεν »εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται« καὶ τό »φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ άποθνᾐσκομεν« καὶ τό μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί«.

πάλιν δὲ τοῖς λέγουσι τὸν Χριστὸν μηδέπω ἐγηγερμένον ὡσαύτως τὸν ἔλεγχον ἐπιφέρει λέγων »εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν , ματαία καὶ ἡ πίστις ἡμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ > ὅτι ἤγειρεν τὸν Χριστόν , εἴπερ οὐκ ἤγειρεν«. * ὡς τῶν μὲν] ἀποστόλων κηρυττόντων Χριστὸν μὲν > ἐγηγέρθαι, νεκροὺς δὲ μὴ ἐγείρεσθαι.