Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Κήρινθος δὲ αὖθις, ἀφ' οὑπερ οἱ Κηρινθιανοὶ λεγόμενοι, ἀπὸ ταάτης τῆς θηριώδους σπορᾶς τὸν ἐὸν τῷ κόσμῳ φέρων ἥκει· σχεδὸν δὲ οὐδὲν ἕτερον παρὰ τὸν προειρημένον Καρποκρᾶν, ἀλλὰ τὰ αὐτὰ τῷ κόσμῳ κακοποιὰ φάρμακα ἐκβλαστάνει.

τὰ ἵσα γὰρ τῷ προειρημένῳ εἰς τὸν Χριστὸν συκοφαντήσας ἐξηγεῖται καὶ οὑτος, ἐκ Μαρίας καὶ ἐκ σπέρματος Ἰωσὴφ τὸν Χριστὸν γεγεννῆσθαι καὶ τὸν κόσμον ὁμοίως ὑπὸ ἀγγέλων γεγενῆσθαι.

οὐδὲν γὰρ οὑτος παρὰ τὸν πρῶτον διήλλαξε τῇ εἰσαγωγῇ τῆς αὐτοῦ διδασκαλίας ἀλλ' ἢ ἐν τούτῳ μόνον, ἐν τῷ προσέχειν τῷ Ἰουδαϊσμῷ ἀπὸ μέρους. φάσκει δὲ οὑτος τὸν νόμον καὶ τοὺς προφήτας ὑπὸ ἀγγέλων δεδόσθαι, τὸν δὲ δεδωκότα τὸν νόμον ἕνα εἶναι τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων.