Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Παντὶ δὲ τῷ τὸν νοῦν ἐρρωμένον ἔχοντι ἰστέον ἂν εἴη ὄτι ἀνοίας ἐστὶ τὸ πᾶν τοῦτο ἀγυρτῶδες ἐργαστήριον.

καταισχυνθήσονται δὲ αὖθις οὗτοι καὶ ἀπὸ τῶν ἄλλων αὐτῶν λόγων. εἰ γὰρ Ἰησοῦς οὐκ ἀπὸ παρθένου Μαρίας, ἀλλὰ ἐκ σπέρματος Ἰωσὴφ καὶ τῆς αὐτῆς Μαρίας, σῴζεται δὲ οὑτος, ἄρα καὶ αὐτοὶ σωθήσονται οἱ τοῦτον γεγεννηκότες. καὶ εἰ ἡ Μαρία καὶ ὁ Ἰωσὴφ ἀπὸ τοῦ δημιουργοῦ ὑπάρχουσιν, ἄρα τὸν δημιουργὸν κτιστὴν <καὶ τοῦ Ἰησοῦ> καὶ οὐκέτι ἐν ὑστερήματι ἔσται ὁ τὸν Ἰωσὴφ καὶ τὴν Μαρίαν ποιήσας, Ι ἐξ ὧω ὁ Ἰησοῦς παρὰ τοῦ ἄνω ἀγνώστου πατρὸς ὑπάρχει. εἰ [*](P110) δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ τῶν ἀγγέλων ἐστὶ καὶ ὁ δημιουργὸς εἷς ἐστι τῶν ἀγγέλων, ἄρα γε ἀτοπήματι τῷ ἐνὶ πάντες περιπεσοῦνται, ὁποίῳ καὶ οἱ ἄγγελοι περιπεπτώκασι, καὶ ἀσύστατον εἴη ἂν τὸ παρ [*](V M 3 003E; * Ι θεν von ἄνωθεν getilgt Ycorr 9 δυναμένων *] δυνάμεων VM Ι ἐν vor μέσῳ oben hineingeflickt C corr μέσον M 10 f > * 14 σώζεσθαι M 15 vor σῳζόμενον + > ?* 16 > * 19 lies viell. φαῦλον sc. ἔργον, vgl. Ζ. 14 * 21 ἂν < M 22 ἄνοια M 23 ἄλλων < V Ι λέγων M 26 ὁ < V καὶ τοῦ 003E; * 28 Μαριὰμ M 32 εἴη ἂν, η auf Rasur V corr εἶπαν Μ)

313
αὐτῶν δραματούργημα, δηλητηρίου ἔμπλεον καὶ πάσης ἰώδους διδασκαλίας μεμεστωμένον.

ταύτην δὲ αὐθις ὀπίσω τρέψαντες, ὥσπερ δράκοντος κεφαλὴν ξύλῳ τῆς πίστεως καὶ τῆς ἀληθείας ἐπὶ γῆς λακίσαντες, ταῖς ἄλλαις θηριομόρφοις προσπελάσαντες ἐπ' ὀλέθρῳ * τούτων ἤσκειν ἑαυτοὺς διὰ τὴν ἐπαγγελίαν ἀναγκάσωμεν.