Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἔσται λοιπὸν μῦθος καὶ μωρολογία, τῶν μὲν κάτω δυναμένων ὑπερβῆναι τοὺς ἐν μέσῳ, τοὺς δὲ ἐν μέσω τιμωρεῖσθαι αἐτίους ὄντας τῶν κάτω καὶ τοὺς κάτω ὑπὲρ τοὺς μέσους πρὸς τὸν ἄνω σᾠζεσθαι καὶ ἐλευθεροῦσθαι, λέγω δὴ τὰς ψυχὰς τῶν ἐν τῇδε τῇ κτίσει. εἴη δ’ ἂν ὁ μὲν ἄνω μὴ δυνηθεὶς ποιῆσαι ἀσθενὴς κρινόμενος, οἱ δὲ ὑπ' αὐτοῦ γενόμενοι <δυνατοί> δυνάμενοι ποιῆσαι ἅ αὐτὸς μὲν οὐκ ἐβούλετο, ἢ ἐβούλετο καὶ οὐκ ἠδύνατο.

οὐ γὰρ δύναται ὅ ἐκεῖνος ἐπιποθεῖ, εἶναι αὐτῷ κακὸν οὐδὲ ὑπὸ κακῶν γεγονέναι. εἰ γὰρ ἡν κακόν, ἐχρῆν ἀπόλλυσθαι. εἰ δὲ ὅλως μέρος τι τοῦ ἔργου σῴζεται, οὐκέτι τὸ ἔργον φαῦλον, κάν τε μέρος αὐτοῦ σῳζόμενον εὐρίσκοιτο, οὔτε οἱ ποιήσαντες φαῦλοι > τὸ σῳζόμενον τεχνησάμενοι.

εἰ δὲ ὅλως ἐξ ἀγγέλων ἡ Ψυχὴ καὶ ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα, ἄρα γε οἱ ἄγγελοι πλἐον σωτηρίας τεύξονται, ὅτι ἡ ἀπ' αὐτῶν ψυχὴ σῴζεται, ἐκ φαύλων οὐσα. σωζομένης δὲ αὐτᾶς οὐκέτι φαῦλος οὔτε αὐτὴ ἡ Ψυχὴ ἡ γενομένη ὑπὸ τῶν ἀγγέλων οὕτε οἱ ἄγγελοι, ἐξ ὡν αὐτὴ ἡ ψυχὴ ὑπάρχει.