Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φασὶ γὰρ εἶναι τὴν φυλακὴν τὸ σῶμα, τὸν δὲ ἔσχατον κοδράντην θέλουσιν εἶναι τὴν μετενσωμάτωσιν· * καθ’ ἑκάστην παρουσίαν σωμάτων ἐπιτελεῖν ἐσχάτην πρᾶξιν καὶ μηκέτι ὑπολείπεσθαι πρὸς τὸ ἀθέμιτόν τι πρᾶξαι. δεῖ γάρ, φασὶν ὡς προείπαμεν, πάντα<δι>ελθοῦσαν καὶ καθ’ ἕκαστον καὶ ἐλευθερωθεῖσαν ἐνελθεῖν πρὸς τὸν ἄνω ἄγνωστον, ὑπερβᾶσαν τοὺς κοσμοποιοὺς καὶ τὸν κοσμοποιόν.

φασὶ δὲ πάλιν ὅτι δεῖ κἄν τε ἐν μιᾷ παρουσίᾳ τῆς μετενσωματώσεως πραξάσας λοιπὸν ἄνω ἐλευθερωθείσης ἀπιέναι· εἰ δὲ μὴ ἐν μιᾷ παρουσίᾳ πράξωσι, καθ' ἑκάστην παρουσίαν μετενσωματώσεως κατὰ βραχὺ ποιησάσας ἑκάστου ἔργου ἀθεμίτου τὴν ἐργασίαν λοιπὸν ἐλευθερω- [*](1 — S. 308, 1 vgl. Irenaeus adv. haer. 1 25, 4; I 208 Harvey et adversarium dicunt unum ex angelis qui sunt in mundo, quem diabolum vocant, dieentes factum eum ad id, ut dueat eaa quae perierunt aniruas a mundo ad principem. et hune dicunt esse primwn ex mundi fabricatoribus et illum altera angelo qui ministrat ei, tradere tales animas, uti in alia corpora includat. corpus enim dicunt esse carcerem et id quod ait non exies inde, quoadusque novissimum quadrantem reddas, interpretantur quasi non exeat quis a potestate angelorum eorum qui mundum fabricavernt. Die Fortsetzung griechisch bei Hippolyt refut. VII 32, 7; S. 220, 2 ff Wendland εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχάς, ὅσον πάντα τὰ ἡμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τὀτε ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν κοσμοποιῶν ἀγγέλων θεόν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. εἰ] τινὲς δὲ φθάσασαι ἐν μιᾷ παρουσίᾳ ἀναμιγῆναι πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι ἐν σώματι V Μ) [*](4 τῶν < V 5 δὲ hinter ποιησάσας *, hinter παραδίδοσθαι VM 7 τῷ < M 8f τοῦτον τὸν ἀντίδικον Μ 9 ὅν] * Ι αὐτοὶ aus οὗτοι V 10 ἄβολον V 12 * χρῆναι > * 14 > ελθοῦσαν * 19 πράξουσι M)

308
θῆναι.

λέγουσι δὲ πάλιν ὅτι τοῖς ἀξίοις ἀξίοις καταξιοῦμεν διηγεῖσθαι, ἵνα πράξωσι τὰ δοκοῦντα εἶναι κακά, οὐκ ὄντα δὲ φύσει κακά. ἵνα μαθόντες ἐλευθερωθῶσι.

σφραγῖδα δὲ ἐν καυτῆρι ἢ δι’ ἐπιτηδεύσεως ξυρίου ἢ ῥαφίδος ἐπιτιθέασιν οὗτοι οἱ ἀπὸ Καρποκρᾶ ἐπὶ τὸν δεξιὸν λοβὸν τοῦ ὠτὸς τοῖς ὑπ' αὐτῶν ἀπατωμένοις.

Ηλθεν δὲ εἰς ἡμᾶς ἥδη πως Μαρκελλίνα τις ὑπ’ αὐτῶν ἀπατηθεῖσα, ἥ πολλοὺς ἐλυμήνατο ἐν χρόνοις Ἀνικήτου ἐπισκόπου Ῥώμης, τοῦ μετὰ τὴν διαδοχὴν Πίου καὶ τῶν ἀνωτέρω.