Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅθεν εἰς τῦφον μέγαν οὗτοι ἐληλακότες οἱ ὑπὸ τοῦ [*](11 — 19 vgl. Irenaeus adv. haer. I 25, If; I 205 Harvey = Hippolyt refut. VII 32, 2f ; S. 218, 10 ff Wendland τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκη- μένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι’ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις. τὸν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δινομένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίιος λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια — 19 — S. 303, 12 vgl. Irenaeus adv. haer. I 25, 2; I 205 Harvey = Hippolyt refut. VII 32, 3f; S. 218, 15ff Wendland διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, ὥστε αὐ]τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ καὶ ἔτι <κατά τι> δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι τοῦ Ἰησοῦ. τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν διὰ] τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθίς εἰς τὸ αὐτὸ χωρῆσαι· εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν s. auch Tertullian de anima 23 V Μ) [*](3 ἀνθρώπων] ἀγγέλων M 4 — 7 ἐλευθερωθεῖσα — πράξεων < M 8 > * 10 πραφάσας < Μ Ι > * 14 δυνηθεῖσα *] δυνηθεὶς VM Ι † πρᾶξαι] lies wohl καταργῆσαι *, vgl. Hippolyt 16 δυναμένην + > ül. Ι 003E; * 17 χωρῆσαι *] χωρήσασαν VM 18 * ἄνω > * Ι ἡ < V 19 μέγα V)

303
ἀπατεῶνος τούτου ἀπατηθέντες ἑαυτοὺς προκριτέους ἡγοῦνται καὶ αὐτοῦ τοῦ Ἰησοῦ.

ἄλλοι δὲ ἐξ αὐτῶν οὐκ Ἰησοῦ φασιν, ἀλλὰ Πέτρου καὶ Ἀνδρέου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων ἑαυτοὺς ὑπερ- φερεστέρους εἶναι διὰ τὴν ὑπερβολὴν τῆς γνώσεως καὶ τὸ περισσοτερον τῆς διαπράξεως διαφόρων διεξόδων· ἄλλοι δὲ ἐξ αὐτῶν φάσκουσι μηδὲν διενηνοχέναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

αἱ γὰρ ψυχαὶ ἐκ τῆς αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν ποιησάμεναι * καὶ <γὰρ> αἱ πᾶσαι, φησί, τῆς αὐτῆς δυνάμεως ἠξιώθησαν ἡς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ καὶ ταύτα > φασὶ χωρεῖν διὰ πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν δυνηθείη ὑπὲρ τὸν Ἱησοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ.

3. Ἐπιχειροῦσι δὲ οἱ τῆς ἀθεμίτου ταύτης σχολῆς παντοίας ἐπιχειρήσεις δεινῶν ἔργων καὶ ὀλετηρίων. μαγεῖαι γὰρ παρ' αὐτοῖς ἐπινενόηνται, ἐπῳδάς τε διαφόρους πρὸς πᾶσαν μηχανὴν ἐφεύραντο, πρὸς] φίλτρα > καὶ ἀγώγιμα. οὐ μὴν δὲ ἀλλὰ καὶ παρέδρους δαί- μονας ἑαυτοῖς ἐπιοπῶνται, εἰς τὸ διὰ πολλῆς μαγγανείας ἐν ἐξουσίᾳ μεγάλῃ πάντων <γενέσθαι>, <ὥστε> φησί, κυριεύειν ὡν τε ἂν καὶ ᾗ πράξει ἐπιχειρεῖν τολμήσειε·

δῆθεν ἑαυτοὺς ἐξαπατῶντες πρὸς πληροφορίαν τῆς τετυφλωμένης αὐτῶν διανοίας, ὅτε αἱ τοιαῦτα ἐγχειρήσασαι <ψυχαί> κατιοχύσασαι διὰ τῶν τοιούτων πράξεων καταφρονήσασαι τῶν κοσμοποιῶν ἀγγέλων καὶ τῶν ἐν τῷ κόσμῳ, ὑπερβαίνουσι τὴν τῶν αὐτῶν μυθοποιῶν (οὐ γὰρ ἄν εἴποιμι κοσμοποιῶν) ἐξουσίαν, ὅπως ἂν τὴν ἄνω ἐλευθερίαν ἀσπάσωνται καὶ τὴν ἄνω πτῆσιν κτήσαιντο.

εἰσὶ δὲ ἐκ τοῦ Σατανᾶ παρεσκευασμένοι [*](13 — 25 vgl. Irenaeus adv. haer. 1 25, 3 ; 1 206 Harvey = Hippolyt refut. VII 32, 5 ; S. 219, 8 ff Wendland τέχνας οὖν μαγικὰς ἐξεργάζονται καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων — 25 — S. 304, 13 vgl. Irenaeus adv. haer. I 25, 3; Ι 206 f Harvey = Hippolyt refut. VII 32, 6; S. 219, 13ff οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς ἐκκλησίας ὀνόματος πρὸς τὰ ἔθνη ὑπὸ τοῦ σατανᾶ V M) [*](3 Παύλου καὶ Ἀνδρέου Μ 5 διὰ πράξεων Μ 6 διενηνοχέναι M 8 * etwa καὶ εἰς τὸ αὐτὸ > *, nach Iren. Hipp. Ι <γὰρ> * 9 ἡ 10 ταύτα > * 14 f μαγεία . . . ἐπινενόηται V 15 ἐφεύροντο, ο aus α V 16 πρὸς] * Ι > * 18 > > * 20 f τοιαῦτα ἐγχειρήσασαι 003E; *] τοιαῦτα ἐγχειρήσεις VM 21 τοσούτων V 22 καταφρονῆσαι Μ προεβλήθησαν, ἵνα κατ᾿ ἄλλον καὶ τρόπον τὰ ἐκείνων ἀκούοντες ἄνθρωποι καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν ἀποστρέφωσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος <ἢ καὶ> βλέποστρέφωσι τὰς ἀκοὰς αὐτῶν βλασφημῶσιν, in nullo eis communicantes neque in dectrina neque in moribus neque in quotidiana conversatione)

304
καὶ προβεβλημένοι εἰς ὄνειδος καὶ σκάνδαλον τῆς τοῦ θεοῦ ἐκκλησίας. ἐπέθεντο γὰρ ἑαυτοῖς ἐπίκλην Χριστιανοί, τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος πρὸς τὸ σκανδαλίζεσθαι τὰ ἔθνη δι᾿ αὐτῶν καὶ ἀποστρέφεσθαι τὴν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὠφέλειαν καὶ τὸ ἀληθινὸν κήρυγμα διὰ τὰς ἐκείνων ἀθεμιτουργίας καὶ ἀνηκέστου<ς>

κακοπραγίας, εἰς τὸ τὰ ἔθνη κατανοοῦντα αὐτῶν τὰ ἐπάλληλα ἔργα τῶν ἀθεμιτουργιῶν, νομiσαντα καὶ τοὺς τῆς ἁrίας τοῦ θεοῦ ἐκκλησίας τοιούτους εἶναι, ἀποστρέφειν ὡς καὶ προεῖπον τὴν ἀκοὴν ἀπὸ τῆς τοῦ θεοῦ κατὰ ἀλήθειαν διδασκαλίας ἢ καὶ ὁρῶντά τινας * πάντας <ἡμᾶς> ὁμοίως βλασφημεῖν.

καὶ τούτου ἕνεκα οἱ πλείους τῶν ἐθνῶν ὅπου δἂν ἴδωσι τοιούτους οὔτε ἐπὶ κοινωνίᾳ ἡμῖν προσφέρονται ληφοδοσίας ἢ γνώμης ἢ ἀκοῆς λόγου θείου οὔτε τὴν ἀκοὴν ἐντιθέασιν, ἐπτυρμένοι ἀπὸ τῆς τῶν ἀθεμίτων ἀνοσιουργίας.

4. Εἰσὶ δὲ ἐν ἀσωτίᾳ διατελοῦντες οὗτοι καὶ πᾶν ὁτιοῦν ἐργαζόμενοι πρὸς εὐπάθειαν σωμάτων, ἡμῖν δὲ ὅλως οὐ προσεγγίζοντες, εἰ μή τι ἂν πρὸς τὸ δελεάσαι ψυχὰς ἀστηρίκτους τῇ αὐτῶν κακοδιδασκαλίᾳ. εἰς οὐδὲν γὰρ ἡμῖν ὁμοιοῦνται ἢ μόνον ὀνόματι καλεῖσθαι σεμνύνονται, ὅπως διὰ τοῦ ὀνόματος τὸ ἐπίπλαστον τῆς ἑαυτῶν κακίας θηράσωνται.

»τὸ δὲ κρίμα τούτων᾿ κατὰ τὸ γεγραμμένον »ἔνδικόν ἐστιν«, ὡς ὁ ἅγιος ἀπόστολος Παῦλος ἔφη· διὰ γὰρ τὰς [*](14 — S. 305, 1 vgl. Irenaeus adv. haer. l 25, 3; I 207 Harvey sed vitam quidem luxuriosam, sententiam autem impiam ad velamen malitiae ipsorum nomine abutuntur, quorum iudicium iustum est, recipientium dignam suis operibus a deo retributionem — 16 vgl. II Pet. 2, 14 — 19 Röm. 3, 8) [*](V M 2—5 Niceph. Antirrhet. bei Pitra Spicileg. Solesm. IV 297, 18ff) [*]( ὅτι ἐπίκλην ἑαυτοῖς ἔθεντο Χριστιανούς Niceph. (dadurch ist der vorliegende Gebrauch von ἐπίκλην für Epiph. gesichert) 2f τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος Niceph.] < V M 3 δι᾿ αὐτῶν < Niceph. 5 διὰ τὰς *] διὰ τῆς VM | ἀνηκέστου<ς> *] ἀνικάστου aus ἀνηκέστου Vcorr ἀνηκέστου Μ 7—9 ἐκκλησίας—τοῦ θεοῦ < M 9 ὁρῶντα *] ὁρῶντας VM | * etwa <οὕτως ἀνοσιουργοῦντας> * 10 πάντως V | <ἡμᾶς> Jül., vgl. Hipp. 13 ἐ///πτυρμένοι, 1—2 Buchstaben hinter ἐ ausradiert V 15 οὐκ ἐγγίζοντες V 16 ἄρα aus ἂν V corr | vor τῇ + ἐν V 18 τοῦ ἐπιπλάστου aus τὸ ἐπίπλαστον V corr | vor τῆς + τὰ V 19 ἐργάσωνται ans θηράσωνται V corr θηράσονται M 20 ὁ ἅγιος Παῦλος ὁ ἀπόστολος V)

305
κακὰς αὐτῶν πράξεις τὸ ἀνταπόδομα ἀποδοθήσεται αὐτοῖς.

ἀδεῶς γὰρ τὸν νοῦν αὐτῶν εἰς οἶστρον ἐκδεδωκότες πάθεσιν ἡδονῶν μυρίων ἑαυτοὺς παραδεδώκασι. φασὶ γὰρ ὅτι ὅσα νομίζεται παρὰ ἐνθρώποις κακὰ εἶναι οὐ κακὰ ὑπάρχει, ἁλλὰ φύσει καλά οὐδὲν γάρ ἐστι φύσει κακόν), τοῖς δὲ ἀνθρώποις νομίζεται εἶναι φαῦλα.