Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τῶν πάντων ἀπαλλαγείσας λοιπὸν ἐλευθερωθῆναι. τὴν τὴν ψυχὴν τοῦ Ἰησοῦ ἐν τοῖς τῶν Ἰουδαίων ἔθεσιν ἀνατραφεῖσαν καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δἰ ὧν τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις δυνηθεῖσα † πρᾶξαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς ἴσχυσεν.

οὐ μόνον δὲ αὐτὴν τὴν Ψυχὴν τοῦ Ἰησοῦ τοῦτο δεδυνῆσθαι, ἀλλὰ καὶ τὴν δυναμένην διὰ <πασῶν> τῶν χωρῆσαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς αὐτοὺς ἀγγέλους· καὶ αὐτὴ ἐὰν λάβῃ δυνάμεις καὶ τὰ ὅμοια πράξῃ, * καθάπερ ἡ τοῦ Ἰησοῦ, ὡς προεῖπον.

ὅθεν εἰς τῦφον μέγαν οὗτοι ἐληλακότες οἱ ὑπὸ τοῦ [*](11 — 19 vgl. Irenaeus adv. haer. I 25, If; I 205 Harvey = Hippolyt refut. VII 32, 2f ; S. 218, 10 ff Wendland τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκη- μένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι’ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις. τὸν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δινομένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίιος λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια — 19 — S. 303, 12 vgl. Irenaeus adv. haer. I 25, 2; I 205 Harvey = Hippolyt refut. VII 32, 3f; S. 218, 15ff Wendland διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, ὥστε αὐ]τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ καὶ ἔτι <κατά τι> δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι τοῦ Ἰησοῦ. τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν διὰ] τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθίς εἰς τὸ αὐτὸ χωρῆσαι· εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν s. auch Tertullian de anima 23 V Μ) [*](3 ἀνθρώπων] ἀγγέλων M 4 — 7 ἐλευθερωθεῖσα — πράξεων < M 8 > * 10 πραφάσας < Μ Ι > * 14 δυνηθεῖσα *] δυνηθεὶς VM Ι † πρᾶξαι] lies wohl καταργῆσαι *, vgl. Hippolyt 16 δυναμένην + > ül. Ι 003E; * 17 χωρῆσαι *] χωρήσασαν VM 18 * ἄνω > * Ι ἡ < V 19 μέγα V)

303
ἀπατεῶνος τούτου ἀπατηθέντες ἑαυτοὺς προκριτέους ἡγοῦνται καὶ αὐτοῦ τοῦ Ἰησοῦ.

ἄλλοι δὲ ἐξ αὐτῶν οὐκ Ἰησοῦ φασιν, ἀλλὰ Πέτρου καὶ Ἀνδρέου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων ἑαυτοὺς ὑπερ- φερεστέρους εἶναι διὰ τὴν ὑπερβολὴν τῆς γνώσεως καὶ τὸ περισσοτερον τῆς διαπράξεως διαφόρων διεξόδων· ἄλλοι δὲ ἐξ αὐτῶν φάσκουσι μηδὲν διενηνοχέναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

αἱ γὰρ ψυχαὶ ἐκ τῆς αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν ποιησάμεναι * καὶ <γὰρ> αἱ πᾶσαι, φησί, τῆς αὐτῆς δυνάμεως ἠξιώθησαν ἡς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ καὶ ταύτα > φασὶ χωρεῖν διὰ πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν δυνηθείη ὑπὲρ τὸν Ἱησοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ.