Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τοῦτό ἐστι, φησίν, ὅ εἰπεν ὁ κύριος περὶ Ἰωάννου »τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;« ὅτι οὐκ ἦν, φησί, τέλειος ὁ Ἰωάννης· ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ τὸν κάλαμον τὸν ἐπὶ ἑκάστῳ ἀνέμῳ κινούμενον.

καὶ ὅτε μὲν ἤρχετο τὸ πνεῦμα τοῦ ἄρχοντος, Ἰουδαϊσμὸν ἐκήρυττεν· ὅτε δὲ τὸ πνεῦμα τὸ ἅγιον, περὶ Χριστοῦ ἐλάλει. καὶ τοῦτό ἐστι, φησίν, ὅτι »ὁ μικρότερος ἐν τῇ βασιλείᾳ καὶ <καὶ τὰ ἑξῆς>«. περὶ ἡμῶν, φησίν, εἶπεν, ὅτι ὁ ἐν ἡμῖν μικρότερος μείζων αὐτοῦ ὑπάρχει.

7. Καὶ εὐθὺς ἐπιστομίζονται οἱ τοιοῦτοι ἀπ’ αὐτῆς τῆς ἀληθείας. ἐκ γὰρ τῶν συνεζευγμένων ἑκάστῃ λέξει ἀναφανδὸν ἡ ἀλήθεια δειχθήσεται καὶ τὸ ἐχέγγυον τῆς φράσεως ἀποδοθήσεται.

εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο καὶ ἐν οἴκοις βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις καὶ εύθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ ὑπῆρχεν· εἰ δὲ <λέγει> »τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον Ι ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον;‘ καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ μαλακὰ φοροῦντα Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην νομίσαντας καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν κολακευομένους ἡ ἀναγωγή.